1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

184

τὰς διανοίας αὐτῶν ἕλκοντες; Σὺ οὖν, εἰπέ μοι, νοῦν οὐκ ἔχεις οὐδὲ κρίσιν; Καὶ πῶς ἂν δυναίμην, φησὶ, μηδὲ εἰδὼς κρίνειν τὰ ὑμέτερα; μαθητὴς βούλομαι γενέσθαι, σὺ δέ με ἤδη διδάσκαλον ποιεῖς. Ἂν ταῦτα λέγῃ, τί, φησὶν, ἀποκρινώμεθα; πῶς αὐτὸν πείσομεν; Ἐρωτήσωμεν, εἰ μὴ σκῆψις ταῦτα καὶ πρόφασις· ἐρωτήσωμεν, εἰ κατέγνω τῶν Ἑλλήνων. Πάντως τι ἐρεῖ· οὐ γὰρ δὴ μὴ καταγνοὺς, ἐπὶ τὰ ἡμέτερα ἥξει. Ἐρωτήσωμεν τὰς αἰτίας, δι' ἃς κατέγνω· οὐ γὰρ δὴ ἁπλῶς κατέγνω. Εὔδηλον ὅτι ἐρεῖ διὰ τὸ κτίσματα εἶναι καὶ μὴ εἶναι ἄκτιστον Θεόν. Καλῶς. Ἂν οὖν τοῦτο μὲν εὕρῃ παρὰ ταῖς ἄλλαις αἱρέσεσι, τὸ δὲ ἐναντίον παρ' ἡμῖν, ποίου λόγου χρεία; Πάντες ὁμολογοῦμεν, ὅτι ὁ Χριστὸς Θεός. Ἀλλ' ἴδωμεν τίνες μάχονται, καὶ τίνες οὐ μάχονται. Ἡμεῖς λέγοντες Θεὸν, ἄξια Θεοῦ καὶ φθεγγόμεθα, ὅτι ἐξουσίαν ἔχει, ὅτι οὐκ ἔστι δοῦλος, ὅτι ἐλεύθερος, ὅτι ἀφ' ἑαυτοῦ πάντα ποιεῖ· ἐκεῖνος δὲ τοὐναντίον. Πάλιν ἐρωτῶ, εἰ ἰατρὸς μέλλοις μανθάνειν, ἆρα ἁπλῶς καὶ ὡς ἔτυχεν, εἰπέ μοι, τὰ λεγόμενα καταδέχῃ; καίτοι πολλὰ παρ' ἐκείνοις δόγματα. Εἰ μὲν οὖν ἁπλῶς, ἅπερ ἂν ἀκούσῃς, καταδέχῃ, οὐκ ἔστι τοῦτο ἀνδρός· εἰ δὲ κρίσιν ἔχεις καὶ νοῦν, πάντως εἴσῃ τὸ καλόν. Υἱὸν λέγομεν ἡμεῖς, ἐπαληθεύομεν ὃ λέγομεν· ἐκεῖνοι δὲ λέγουσι μὲν, οὐχ ὁμολογοῦσι δέ. Ἵνα δὲ καὶ σαφέστερον εἴπω, ἐκεῖνοι ἔχουσί τινας ἀφ' ὧν καλοῦνται, αὐτοῦ τοῦ αἱρεσιάρχου δηλονότι τὸ ὄνομα, καὶ ἑκάστη αἵρεσις ὁμοίως· παρ' ἡμῖν ἀνὴρ μὲν οὐδεὶς ἔδωκεν ἡμῖν ὄνομα, ἡ δὲ πίστις αὐτή. Ἀλλὰ σκῆψις τοῦτο καὶ πρόφασις. ∆ιὰ τί γὰρ, εἰπέ μοι, ἂν μὲν ἱμάτιον μέλλῃς πρίασθαι, καίτοι γε ὑφαντικῆς ἄπειρος ὢν τέχνης, οὐ λέγεις ταῦτα τὰ ῥήματα, ὅτι Οὐκ οἶδα ἀγοράσαι, ἐμπαίζουσί μοι· ἀλλὰ πάντα ποιεῖς ὥστε μαθεῖν; Κἂν ἄλλο ὁτιοῦν βουληθῇς ὠνήσασθαι, πάντα ποιεῖς πολυπραγμονῶν· ἐνταῦθα δὲ ταῦτα λέγεις. Ὥστε ἐπὶ τῷ λόγῳ τούτῳ οὐδὲν ὅλως καταδέξῃ. Ἔστω γάρ τις μηδὲν ὅλως δόγμα ἔχων, ἂν κἀκεῖνος λέγῃ ὃ περὶ τῶν Χριστιανῶν σὺ, Τοσοῦτον πλῆθος ἀνθρώπων ἐστὶ, καὶ δόγματα ἔχουσι διάφορα· ὁ μὲν Ἕλλην ἐστὶν, ὁ δὲ Ἰουδαῖος, ὁ δὲ Χριστιανός· οὐδὲ ἓν δεῖ δόγμα καταδέξασθαι· ἀλλήλοις γὰρ πολεμοῦσιν· ἐγὼ δὲ μαθητής εἰμι, καὶ κριτὴς οὐ βούλομαι εἶναι, οὐδὲ ἕξω καταγινώσκειν ἑνὸς δόγματος· οὐκέτι σοι αὕτη λοιπὸν ἡ πρόφασις χώραν ἔχει. Καθάπερ γὰρ ἴσχυσαν τὸ νόθον ἐκβαλεῖν, οὕτως ἰσχύσεις καὶ ἐνταῦθα ἐλθὼν δοκιμάσαι τὸ λυσιτελές. Ὁ μὲν γὰρ μηδενὸς ὅλως δόγματος καταγνοὺς, εὐκόλως ταῦτα ἐρεῖ· ὁ δὲ καταγνοὺς, κἂν μηδὲν ᾑρημένος ᾖ, ὁδῷ προβαίνων δυνήσεται συνιδεῖν τὸ δέον. Μὴ δὴ σκηπτώμεθα μηδὲ προφασιζώμεθα· πάντα γὰρ ῥᾴδια. Βούλει σοι δείξω, ὅτι πρόφασίς ἐστι ταῦτα; Τὰ πρακτέα, καὶ τὰ μὴ πρακτέα οἶδας; διὰ τί οὖν τὰ πρακτέα μὴ πράττεις, ἀλλὰ τὰ μὴ πρακτέα; Πρᾶξον ἐκεῖνα, καὶ ὀρθῷ λογισμῷ ζήτησον παρὰ τοῦ Θεοῦ, καὶ αὐτός σοι πάντως ἀποκαλύψει. Οὐκ ἔστι προσωπολήπτης, φησὶν, ὁ Θεός· ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν, καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν. Οὐκ ἔστι τὸν χωρὶς προλήψεως ἀκούοντα μὴ πείθεσθαι. Ὥσπερ γὰρ εἰ κανών τις ἦν, πρὸς ὃν 60.245 πάντα ἀπευθύνεσθαι ἐχρῆν, οὐ πολλῆς ἔδει σκέψεως, ἀλλὰ τὸν παραμετροῦντα εὔκολον ἦν λαβεῖν· οὕτως καὶ νῦν. Πῶς οὖν οὐ συνορῶσι; Πολλὰ ποιεῖ, καὶ πρόληψις καὶ ἀνθρώπιναι αἰτίαι. Τοῦτο καὶ περὶ ἡμῶν, φησὶ, καὶ ἐκεῖνοι λέγουσι. Πῶς; Μὴ γὰρ ἀπεσχίσμεθα τῆς Ἐκκλησίας; μὴ γὰρ αἱρεσιάρχας ἔχομεν; μὴ γὰρ ἀπ' ἀνθρώπων καλούμεθα; μὴ γὰρ προηγούμενος ἡμῶν τίς ἐστιν, ὥσπερ τῷ μὲν Μαρκίων, τῷ δὲ Μανιχαῖος, τῷ δὲ Ἄρειος, τῷ δὲ ἄλλος τις αἱρέσεως ἀρχηγός; Εἰ δὲ καὶ ἡμεῖς προσηγορίαν τινὸς ἔχομεν, ἀλλ' οὐ τοὺς τῆς αἱρέσεως ἄρξαντας, ἀλλὰ τοὺς προστάντας ἡμῶν καὶ κυβερνήσαντας τὴν Ἐκκλησίαν. Οὐκ ἔχομεν διδασκάλους ἐπὶ τῆς γῆς· μὴ γένοιτο· ἕνα ἔχομεν τὸν ἐν τοῖς οὐρανοῖς. Κἀκεῖνοι, φησὶ, τὰ αὐτὰ προβάλλονται. Ἀλλ' ἐφέστηκε τὸ ὄνομα κατηγοροῦν αὐτῶν, καὶ ἐμφράττον τὰ στόματα. Πολλοὶ γεγόνασιν Ἕλληνες, καὶ οὐδεὶς ταῦτα 60.246 ἠρώτησε, καὶ παρὰ φιλοσόφοις ἦν ταῦτα, καὶ οὐδεὶς ἐκωλύθη τῶν τὴν ὀρθὴν αἵρεσιν ἐχόντων. ∆ιὰ τί μὴ