1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

185

εἶπον ὅτε ταῦτα ἐκίνουν, ὅτι καὶ οὗτοι κἀκεῖνοι Ἰουδαῖοι· τίνι δεῖ ἡμᾶς πείθεσθαι; Ἀλλ' ἐπείσθησαν ὡς ἔδει. Οὐκοῦν καὶ ἡμεῖς πειθώμεθα τοῖς τοῦ Θεοῦ νόμοις, καὶ πάντα πράττωμεν κατὰ τὸ αὐτῷ δοκοῦν, καὶ κατὰ τὴν αὐτοῦ βούλησιν πολιτευσώμεθα, ὡς ἔτι ἐσμὲν ἐν τῷ παρόντι βίῳ, ἵνα μετὰ ἀρετῆς τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν διανύσαντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν δυνησώμεθα, καὶ σὺν τοῖς εὐαρεστήσασιν αὐτῷ τιμῆς ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, καὶ τοῦ παναγίου καὶ ζωοποιοῦ Πνεύματος, τῆς μιᾶς καὶ ἀληθοῦς θεότητος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

60.245 ΟΜΙΛΙΑ Λ∆ʹ. Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ,

διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου Μετὰ δέ τινας ἡμέ ρας εἶπε Παῦλος πρὸς Βαρνάβαν· Ἐπιστρέψαν τες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυ ρίου, πῶς ἔχουσιν.

αʹ. Ὅρα πάλιν αὐτῶν τὸ ταπεινὸν, πῶς καὶ ἑτέροις μεταδιδόασι τοῦ λόγου.

Καὶ ἤδη μὲν τῶν ἀποστόλων τῶν λοιπῶν τὸ ἦθος ἀνέγραψεν ἡμῖν ὁ Λουκᾶς, δεικνὺς ὅτι ὁ μὲν ἁπαλώτερος ἦν καὶ μᾶλλον συγγνωμονικὸς, οὗτος δὲ ἀκριβέστερος καὶ αὐστηρότερος· διάφορα γάρ ἐστι τὰ χαρίσματα· ὅτι δὲ καὶ τοῦτο χάρισμα, δῆλον. Ἀλλ' ἐκεῖνο μὲν ἑτέροις ἤθεσιν ἀνθρώπων ἁρμόζει, τοῦτο δὲ ἑτέροις· κἂν μετασκευάσωνται, γέγονεν ἄχρηστον λοιπόν. Καὶ δοκεῖ μὲν εἶναί τις παροξυσμὸς, τὸ δὲ πᾶν οἰκονομία ἐστίν. Ὥστε γὰρ τοὺς προσήκοντας ἕκαστον τόπους ἀπολαβεῖν, τοῦτο γίνεται. Ἄλλως δὲ καὶ ἔδει πάντας οὐχ ὁμοτίμους εἶναι, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι· καὶ τοῦτο οἰκονομικόν. Κύπριοι μὲν γὰρ οὐδὲν τοιοῦτον ἐπεδείξαντο, οἷον οἱ ἐν Ἀντιοχείᾳ καὶ οἱ λοιποί· καὶ ἐκεῖνοι μᾶλλον ἐδέοντο τοῦ ἤθους τοῦ ἁπαλωτέρου, οὗτοι δὲ τούτου. Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν καὶ Ἰωάννην τὸν καλούμενον Μάρκον· Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ' αὐτῶν ἀπὸ Παμφυλίας, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαβεῖν τοῦτον. Ἐγένετο οὖν παροξυσμὸς, ὥστε χωρισθῆναι αὐτοὺς ἀπ' ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον, ἐκπλεῦσαι εἰς Κύπρον· Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν, ἐξῆλθε παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. Οὕτω καὶ ἐν τοῖς προφήταις εὑρίσκομεν διαφόρους γνώμας καὶ διάφορα ἤθη· οἷον ὁ Ἠλίας αὐστηρὸς, ὁ Μωϋσῆς πρᾶος. Καὶ ἐνταῦθα τοίνυν σφοδρότερός ἐστιν ὁ Παῦλος. Ἀλλ' ὅρα καὶ οὕτω τὸ ἐπιεικὲς αὐτοῦ. Ἠξίου, φησὶ, τὸν ἀποστάντα ἀπ' αὐτῶν ἀπὸ Παμφυλίας μὴ συμπαραλαβεῖν. Καθάπερ γάρ τις στρατηγὸς οὐκ ἂν ἕλοιτο τὸν σκευοφόρον ἔχειν ἀεὶ βάναυσον· οὕτως οὐδὲ ὁ ἀπόστολος. Τοῦτο καὶ τοὺς ἄλλους ἐπαίδευε, καὶ αὐτὸν ἐῤῥύθμιζεν ἐκεῖνον. Οὐκοῦν, φησὶ, κακὸς ὁ Βαρνάβας; Οὐδαμῶς· ἀλλὰ καὶ σφόδρα ἄτοπον τὸ νομίζειν τοῦτο. Πῶς δὲ οὐκ ἄτοπον ὑπὲρ οὕτω πράγματος μικροῦ τοῦτον λέγειν γενέσθαι κακόν; Ἀλλ' ὅρα, ὅτι πρῶτον μὲν κακὸν οὐδὲν γέγονεν, εἰ ὁλοκλήροις ἔθνεσιν ἀρκοῦντες, ἀπεσχίσθησαν ἀπ' ἀλλήλων, ἀλλὰ καὶ μέγα ἀγαθόν· ἔπειτα ὅτι εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν εἵλοντο εὐκόλως ἀφεῖναι ἀλλήλους. Σὺ δέ μοι θαύμασον 60.246 τοῦτον μηδὲ τοῦτο κρύψαντα. Ἀλλ' εἰ καὶ χωρισθῆναι ἔδει, φησὶ, χωρὶς παροξυσμοῦ. Μάλιστα μὲν οὖν καὶ ἐντεῦθεν δείκνυται τὰ ἀνθρώπινα. Εἰ γὰρ ἐπὶ τοῦ Χριστοῦ τοῦτο ἔδει γενέσθαι, πολλῷ μᾶλλον ἐνταῦθα. Ἄλλως δὲ ὁ παροξυσμὸς οὐκ ἂν εἴη φαῦλος, ὅταν ὑπὲρ τοιούτων ἕκαστος ἀμφισβητῇ, καὶ μετὰ δικαίου λόγου. Εἰ μὲν οὖν τις αὐτῶν τὸ ἑαυτοῦ ζητῶν παρωξύνετο, καὶ τὴν εἰς αὐτὸν τιμὴν, καλῶς· εἰ δὲ παιδεῦσαι καὶ διδάξαι ἑκάτερος βουλόμενος, ὁ μὲν ταύτην, ὁ δὲ ἐκείνην ὥδευον, τοῦτο ποῖον ἔγκλημα; Πολλὰ καὶ ἀνθρωπίνῃ διανοίᾳ ἐποίουν· οὐ