1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

186

γὰρ ἦσαν λίθοι ἢ ξύλα. Καὶ ὅρα Παῦλον κατηγοροῦντα, καὶ τὴν αἰτίαν λέγοντα. Ἠδεῖτο γὰρ τὸν Βαρνάβαν ἀπὸ ταπεινοφροσύνης πολλῆς, ἅτε κεκοινωνηκότα ἐν τοσούτοις αὐτῷ καὶ μετ' αὐτοῦ ὄντα· ἀλλ' οὐχ οὕτως ᾐδεῖτο, ὥστε καὶ παριδεῖν τὸ δέον. Τίς μὲν οὖν ἄμεινον ἐβουλεύσατο, οὐχ ἡμῶν ἀποφήνασθαι· τέως δὲ, ὅτι μεγάλη γέγονεν οἰκονομία, εἴ γε οὗτοι μὲν ἔμελλον δεύτερον ἐπισκέψεως ἀξιοῦσθαι, ἐκεῖνοι δὲ οὐδὲ ἅπαξ. Οὐχ ἁπλῶς διέτριβον ἐν Ἀντιοχείᾳ, ἀλλ' ἐδίδασκον. Τί ἐδίδασκον; τί δὲ εὐηγγελίζοντο; Τούς τε ἤδη πιστοὺς, τούς τε οὐδέπω. Ἐπειδὴ γὰρ μυρία σκάνδαλα ἦν, ἔδει τῆς αὐτῶν παρουσίας. Τὸ ζητούμενον, οὐχ ὅτι διηνέχθησαν ἐν ταῖς γνώμαις, ἀλλ' ὅτι συγκατέβησαν ἀλλήλοις ἰδεῖν. Οὕτω μεῖζον ἀγαθὸν γέγονε τὸ χωρισθῆναι, καὶ πρόφασιν ἐκ τούτου τὸ πρᾶγμα ἔλαβε. Τί οὖν; ἐχθροὶ ἀνεχώρησαν; Μὴ γένοιτο. Ὁρᾷς γὰρ μετὰ τοῦτο Βαρνάβαν πολλῶν ἐγκωμίων ἀπολαύοντα παρὰ Παύλου ἐν ταῖς Ἐπιστολαῖς. Παροξυσμὸς, φησὶν, ἐγένετο, οὐκ ἔχθρα οὐδὲ φιλονεικία. Τοσοῦτον ἴσχυσεν ὁ παροξυσμὸς, ὥστε χωρίσαι· καὶ εἰκότως. Ὅπερ γὰρ ἕκαστος ὑπέλαβεν εἶναι λυσιτελὲς, τοῦτο μετὰ ταῦτα οὐ προσήκατο διὰ τὴν πρὸς ἐκεῖνον κοινωνίαν. βʹ. Ἐμοὶ δοκεῖ καὶ κατὰ σύνεσιν γεγενῆσθαι τὸν χωρισμὸν, καὶ πρὸς ἀλλήλους εἰπεῖν, ὅτι Ἐπειδὴ ἐγὼ οὐ βούλομαι σὺ δὲ βούλει, ἵνα μὴ μαχώμεθα, διανειμώμεθα τοὺς τόπους. Ὥστε πάνυ εἴκοντες ἀλλήλοις τοῦτο ἐποίουν. Ἐβούλετο γὰρ στῆναι τὸ Παύλου Βαρνάβας· διὰ τοῦτο καὶ ἀνεχώρησεν· ἐβούλετο καὶ Παῦλος ὁμοίως τὸ ἐκείνου· διὰ τοῦτο καὶ αὐτὸς τὸ ἴσον ποιεῖ καὶ ἀναχωρεῖ. Εἴθε καὶ ἡμεῖς τοιούτους ἐχωριζόμεθα χωρισμοὺς, ὥστε ἐπὶ κήρυγμα ἀπιέναι! Παῦλος δὲ, φησὶν, ἐπιλεξάμενος τὸν Σίλαν, ἐξῆλθε παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. Θαυμαστός ἐστιν οὗτος ὁ ἀνὴρ, 60.247 καὶ σφόδρα μέγας. Πάνυ δὲ ὠφέλει τὸν Μάρκον ἡ μάχη αὕτη. Τὸ μὲν γὰρ Παύλου φοβερὸν ἐπέστρεψεν αὐτὸν, τὸ δὲ Βαρνάβα χρηστὸν ἐποίει μηκέτι ἀπολειφθῆναι· ὥστε μάχονται μὲν, πρὸς ἓν δὲ τέλος ἀπαντᾷ τὸ κέρδος. Καὶ γὰρ Παῦλον ὁρῶν αἱρούμενον ἀποστῆναι, πάνυ ἂν ἐφοβήθη καὶ κατέγνω ἑαυτοῦ· καὶ πάλιν Βαρνάβαν ὁρῶν οὕτως αὐτοῦ ἀντεχόμενον, πάνυ ἂν αὐτὸν ἐφίλησε· καὶ διωρθοῦτο ὁ μαθητὴς διὰ τῆς μάχης τῶν διδασκάλων· τοσοῦτον ἀπεῖχε τοῦ σκανδαλισθῆναι. Εἰ μὲν γὰρ διὰ τὴν εἰς ἑαυτοὺς τιμὴν τοῦτο ἔπραττον, εἰκότως· εἰ δὲ διὰ τὴν αὐτοῦ σωτηρίαν, καὶ δι' ἓν φιλονεικοῦσιν ὥστε δεῖξαι τὸν τιμήσαντα. αὐτὸν καλῶς βεβουλευμένον, τί ἄτοπον; γʹ. Ὅρα τὴν σύνεσιν τοῦ Παύλου· οὐ πρότερον ἐπ' ἄλλας ἔρχεται πόλεις, πρὶν ἢ τὰς δεξαμένας τὸν λόγον ἐπισκέψασθαι. ∆ιήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν ἐπιστηρίζων τὰς Ἐκκλησίας. Κατήντησε δὲ εἰς ∆έρβην καὶ Λύστραν. Καὶ γὰρ ἀνοίας ἐστὶν εἰκῇ τρέχειν. Τοῦτο καὶ ἡμεῖς ποιῶμεν· τοὺς πρώτους πρῶτον παιδεύωμεν, ἵνα μὴ οὗτοι ἐμπόδιον γίνωνται τοῖς μετὰ ταῦτα. Ἐπισκεψώμεθα, φησὶ, τοὺς ἀδελφοὺς πῶς ἔχουσι. Καὶ τοῦτο ἠγνόει εἰκότως, ἵνα ἐλθὼν τοὺς ἀδελφοὺς ἐπισκέψηται. Ὅρα αὐτὸν ἀεὶ διεγηγερμένον, μεριμνῶντα, οὐκ ἀνεχόμενον καθῆσθαι, καίτοι μυρίους ὑπέμενε κινδύνους. Ὁρᾷς, ὅτι οὐ δειλίας ἦν τὸ εἰς Ἀντιόχειαν ἐλθεῖν; Καθάπερ γὰρ ἰατρὸς ἐπὶ τοὺς κάμνοντας ἀπῄει, καὶ τὴν ἀνάγκην τῆς ἐπισκέψεως ἐδήλωσεν εἰπὼν, Ἐν αἷς κατηγγείλαμεν τὸν λόγον. Ἀπέστη ὁ Βαρνάβας, καὶ οὐκέτι συνῆλθεν. Ἐπιλεξάμενος, φησὶ, τὸν Σίλαν, καὶ παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ. Τί τοῦτό ἐστιν; Ηὔξαντο, φησὶν, ἐδεήθησαν τοῦ Θεοῦ. Ὅρα πανταχοῦ μεγάλα δυναμένην τὴν εὐχὴν τῶν ἀδελφῶν. Καὶ λοιπὸν πεζῇ ὥδευε, καὶ διὰ τῆς ὁδοιπορίας ὠφελῆσαι τοὺς ὁρῶντας βουλόμενος· εἰκότως. Ὅτε μὲν γὰρ ἔσπευδον, ἔπλεον· νῦν δὲ οὐκ ἔτι. Καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος· ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκωνίῳ ἀδελφῶν. Τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν· καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις. Ἤδεσαν γὰρ ἅπαντες τὸν πατέρα αὐτοῦ, ὅτι Ἕλλην ὑπῆρχεν. Ἄξιον ἐκπλαγῆναι τοῦ Παύλου τὴν σύνεσιν. Ὁ τοσαῦτα