211
ἐντεῦθεν πάλιν τὸ ἐπιεικὲς τοῦ ἀνδρὸς δείκνυται. Τυπτομένου γὰρ αὐτοῦ, οὐχ ἡγήσατο ἰδίαν ὕβριν εἶναι· οὕτως ἦσαν ἰταμοὶ οἱ Ἰουδαῖοι. βʹ. Ἴδωμεν δὲ ἄνωθεν τὰ ἀνεγνωσμένα. Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπον· Ἀκουσόμεθά σου πάλιν. Πόσα μεγάλα καὶ ὑψηλὰ ἀκούσαντες, οὐδὲ προσεῖχον, ἀλλ' ἐχλεύαζον! Τὴν ἀνάστασιν δὲ ἐχλεύαζον· Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Καὶ οὕτω, φησὶν, ἐξῆλθεν ὁ Παῦλος ἐκ μέσου αὐτῶν. Οὕτω· πῶς; Τοὺς μὲν πείσας, ὑπὸ δὲ τῶν γελώμενος. Χωρισθεὶς δὲ ἀπὸ Ἀθηνῶν, φησὶν, ἦλθεν εἰς Κόρινθον. Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, ἔμεινε παρ' αὐτοῖς καὶ εἰργάζετο. Ὅρα, πῶς ὁ νόμος ἄρχεται καταλύεσθαι λοιπόν. Κειράμενος γὰρ, Ἰουδαῖος ὢν, οὗτος ἐν Κεγχρεαῖς μετὰ ταῦτα, εἰς Συρίαν συναπέρχεται Παύλῳ. Ποντικὸς ὢν, οὐκ ἐν Ἱεροσολύμοις οὐδὲ πλησίον ἔσπευδεν ἐλθεῖν, ἀλλὰ μακροτέρω. Παρ' αὐτῷ γοῦν μένει, καὶ οὐκ αἰσχύνεται μένων, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μένει, ὡς ἐπιτήδειον εὑρὼν καταγώγιον· πολλῷ γὰρ αὐτῷ τῶν βασιλείων ἐπιτηδειότερον ἦν. Καὶ μὴ γελάσῃς ἀκούων, ἀγαπητέ. Καθάπερ γὰρ ἀθλητῇ ἡ παλαίστρα τῶν ἁπαλῶν στρωμάτων μᾶλλον χρήσιμον· οὕτω καὶ τῷ πολεμιστῇ τὸ ξίφος τὸ σιδηροῦν, ἀλλ' οὐ τὸ χρυσοῦν. Καὶ εἰργάζετο κηρύττων. Αἰσχυνθῶμεν ἡμεῖς οἱ καὶ χωρὶς τοῦ κηρύττειν ἀργῶς ζῶντες. ∆ι 60.278 ελέγετο δὲ ἐν τῇ συναγωγῇ, φησὶ, κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους τε καὶ Ἕλληνας. Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἀπέστη. Ταύτῃ προσδοκῶν αὐτοὺς ἕλξειν μᾶλλον, ἀφίσταται. ∆ιὰ τί γὰρ ἀφεὶς ἐκείνην τὴν οἰκίαν, ἦλθε πλησίον τῆς συναγωγῆς; ἆρ' οὐχὶ διὰ τοῦτο; οὐδὲ γὰρ κίνδυνον ἑώρα ἐνταῦθα. ∆ιαμαρτυρόμενος αὐτοῖς, φησίν. Οὐκ ἔτι διδάσκει, ἀλλὰ διαμαρτύρεται. Ἀντιτασσομένων δὲ αὐτῶν, φησὶ, καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια εἶπε· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν. Τοῦτο ποιεῖ, ὥστε μὴ ῥήματι μόνον, ἀλλὰ καὶ πράγματι φοβῆσαι· καὶ σφοδρότερον διαλέγεται, ἅτε καὶ πολλοὺς πεπεικώς. Καθαρός εἰμι, φησὶν, ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. Ἄρα καὶ ἡμεῖς ὑπεύθυνοί ἐσμεν τοῦ αἵματος τῶν ἡμῖν ἐγκεχειρισμένων, ἀμελοῦντες αὐτῶν. Ὥστε καὶ ὅταν λέγῃ, Τὸ λοιπὸν κόπους μοι μηδεὶς παρεχέτω, φοβῶν φησιν· οὐ γὰρ οὕτως αὐτοὺς ἐφόβει ἡ τιμωρία, ὡς ἔδακνε τοῦτο. Καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς οἰκίαν Ἰούστου. Μεταβαίνει βουλόμενος αὐτοὺς πεῖσαι, ὅτι πρὸς τὰ ἔθνη ἠπείγετο. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος, φησὶν, ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Ὅρα τοὺς πιστοὺς τότε μετὰ τῆς οἰκίας τοῦτο ποιοῦντας ὁλοκλήρου. Τούτου δὲ γενομένου, εὐθέως καὶ ἕτεροι πολλοὶ πιστεύσαντες ἐβαπτίσθησαν. Τοῦτον Κρίσπον λέγει τὸν ἀρχισυνάγωγον, περὶ οὗ φησι γράφων· Οὐδένα ἄλλον ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γάϊον. Οἶμαι δὲ τοῦτον καὶ Σωσθένην λέγεσθαι, ὃς τοσοῦτον ἀνὴρ πιστὸς ἦν, ὥστε καὶ τύπτεσθαι καὶ παρεῖναι ἀεὶ τῷ Παύλῳ. Εἶπε δὲ, φησὶ, ὁ Κύριος δι' ὁράματος τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει. ∆ιὰ τοῦτο πολὺν χρόνον μένει ἐκεῖ· ἔπειθε μὲν γὰρ αὐτὸν καὶ τὸ πλῆθος, ἡ δὲ οἰκείωσις τοῦ Χριστοῦ πλέον. Μείζων γὰρ ὁ κίνδυνος ἐγένετο λοιπὸν καὶ τῶν πλειόνων πιστευόντων καὶ τοῦ ἀρχισυναγώγου. Μὴ φοβοῦ, φησί. Τοῦτο ἱκανὸν αὐτὸν διαναστῆσαι, ὅτι ἠλέγχθη φοβούμενος ἢ οὐκ ἠλέγχθη μὲν, ἀλλ' ὥστε μηδὲ τοῦτο παθεῖν, παραθαῤῥύνεται. Οὐ γὰρ ἀεὶ αὐτοὺς πάσχειν εἴα κακῶς, ὥστε μὴ ἀσθενεστέρους γενέσθαι. Οὐδὲν γὰρ οὕτως ἐλύπει τὸν Παῦλον, ὡς οἱ ἀπειθοῦντες, ὡς οἱ ἀντιτασσόμενοι. Τοῦτο καὶ τῶν κινδύνων αὐτῷ χαλεπώτερον ἦν. Καὶ μὴ σιωπήσῃς, φησὶ, διότι λαὸς πολὺς ἔστι μοι ἐν τῇ πόλει ταύτῃ. Τάχα διὰ τοῦτο αὐτῷ καὶ φαίνεται ὁ Χριστός. Γαλλίωνος δὲ, φησὶν, ἀνθυπατεύοντος τῆς Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ. Ὅρα, μετὰ τὸν ἐνιαυτὸν καὶ τοὺς ἓξ μῆνας ἐπιτίθενται, ὅτε οὐκ ἔτι ἴσχυον νόμοις χρῆσθαι ἰδίοις. Τοῦτο μάλιστα ἐπῆρε Κορινθίους, τὸ μάλιστα πεισθῆναι, ὅτι οὐδὲ καθίησιν ἑαυτὸν ὁ ἄρχων. Οὐ γὰρ ἦν ἴσον ἐξ ἀντιλογίας νικῆσαι, καὶ μαθεῖν