1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

242

ἐλθόντες, παρὰ Φιλίππῳ τῷ ἐκ τῶν ἑπτὰ ἐμείναμεν. Τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες προφητεύουσαι. Ἀλλ' οὐχ αὗται προλέγουσι τῷ Παύλῳ, καίτοι προφητεύουσαι, ἀλλ' Ἄγαβος· καὶ ὅπως, ἄκουε. Ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους, ἦλθεν ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος· καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ χεῖρας καὶ πόδας, εἶπε· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν εἰς Ἱερουσαλὴμ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. Ὁ πάλαι τὸν λιμὸν μηνύσας, οὗτος, Τὸν ἄνδρα, φησὶ, τοῦτον, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν. Ὅπερ οἱ προφῆται ἐποίουν, ὄψει τὰ γενόμενα ἀπογράφοντες, ὅταν περὶ αἰχμαλωσίας ἔλεγον, ὡς ὁ Ἰεζεκιὴλ, τοῦτο καὶ οὗτος ἐποίησε. Καὶ τὸ δὴ χαλεπὸν, ὅτι Εἰς χεῖρας ἐθνῶν παραδώσουσιν. Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. Καὶ πολλοὶ παρεκάλουν μὴ ἀπελθεῖν, καὶ οὐδὲ οὕτως ὑπήκουσεν. Ἀπεκρίθη δὲ ὁ Παῦλος· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες· Τὸ θέλημα τοῦ Κυρίου γενέσθω. βʹ. Ὁρᾷς; ἵνα μὴ ἀκούσας νομίσῃς ἀνάγκης εἶναι τὸ, ∆εδεμένος τῷ Πνεύματι πορεύομαι, μηδὲ ἀγνοοῦντα αὐτὸν ἐμπεσεῖν, διὰ τοῦτο ταῦτα προλέγεται. Ἀλλ' οἱ μὲν ἔκλαιον, αὐτὸς δὲ παρεκάλει, ἀλγῶν ἐπὶ τοῖς δάκρυσι τοῖς ἐκείνων. Τί ποιεῖτε γὰρ, φησὶ, κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Οὐδὲν Παύλου φιλοστοργότερον· ὅτι ἑώρα δακρύοντας, ἤλγει ὁ μὴ πάσχων ἐπὶ τοῖς οἰκείοις πειρασμοῖς. Ἐμὲ ἀδικεῖτε τοῦτο, φησὶ, ποιοῦντες· μὴ γὰρ ἐγὼ ἀλγῶ; Τότε ἐπαύσαντο, ὅτε εἶπε· Τί ποιεῖτε συνθρύπτοντές μου τὴν καρδίαν; Ἐφ' ὑμῖν κλαίω, φησὶν, οὐκ ἐπὶ τοῖς παθήμασιν· ὑπὲρ γὰρ ἐκείνων καὶ ἀποθανεῖν βούλομαι. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ, φησὶν, οὐδενὸς ἐπεθύμησα· αὐτοὶ γινώσκετε, ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Οὐκ ἄρα ἐν Κορίνθῳ τοῦτο εἰργάσαντο μόνον οἱ διαφθείροντες τοὺς μαθητὰς, ἀλλὰ καὶ ἐν Ἀσίᾳ. Οὐδαμοῦ τοῦτο ὀνειδίζει τοῖς Ἐφεσίοις γράφων. Τί δήποτε; Ὅτι οὐκ ἐνέπεσεν εἰς 60.316 ἀνάγκην. Ἀλλὰ καὶ Κορινθίοις λέγει· Οὐκ ἐφράγη τὸ καύχημά μου ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. Καὶ οὐκ εἶπεν, Οὐκ ἐδώκατέ μοι· ἀλλ', Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐκ ἐπεθύμησα, ἵνα μὴ δόξῃ ἐκείνων εἶναι τὸ μὴ δοῦναι. Καὶ οὐκ εἶπεν, Οὐδενὸς ἐπεθύμησα τῶν ἀναγκαίων, ἵνα μὴ δόξῃ πάλιν κατηγορία εἶναι ἐκείνων· ἀλλὰ τοῦτο αἰνίττεται, ὅτι εἰκότως οὐκ ἔλαβεν ὁπότε καὶ ἑτέρους ἔτρεφεν. Ὅρα, πῶς εἰργάζετο μετὰ σπουδῆς ἄνθρωπος νύκτα καὶ ἡμέραν διαλεγόμενος μετὰ δακρύων, ἕνα ἕκαστον νουθετῶν. Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Τοῦτο εἰπὼν, πάλιν ἐφόβησεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἔχετε εἰς ἄγνοιαν καταφυγεῖν· ὑπέδειξα διὰ τῶν ἔργων, ὅτι οὕτω κοπιῶντας δεῖ ἐργάζεσθαι. Καὶ οὐκ εἶπεν, ὅτι κακὸν τὸ λαβεῖν· ἀλλὰ, βέλτιον τὸ μὴ λαβεῖν. Μνημονεύειν τε τὸν λόγον, φησὶ, τοῦ Κυρίου, ὃν εἶπε· Μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν. Καὶ ποῦ εἶπεν; Ἴσως ἀγράφως παρέδωκαν οἱ ἀπόστολοι· ἢ ἐξ ὧν ἄν τις συλλογίσαιτο δῆλον. Καὶ γὰρ ἔδειξε τὴν παῤῥησίαν τὴν πρὸς τοὺς κινδύνους, τὴν συμπάθειαν τὴν πρὸς τοὺς ἀρχομένους, τὴν διδασκαλίαν τὴν μετὰ παῤῥησίας, τὴν ταπεινοφροσύνην, τὴν ἀκτημοσύνην· τοῦτο δὲ καὶ ἀκτημοσύνης μεῖζον. Εἰ γὰρ ἐκεῖ, Πώλησόν σου, φησὶ, τὰ ὑπάρχοντα, εἰ θέλεις τέλειος εἶναι· ὅταν πρὸς τῷ μηδὲν λαμβάνειν καὶ ἑτέρους τρέφῃ, τί τούτου ἴσον; Εἷς βαθμὸς τοίνυν ῥῖψαι τὰ αὑτοῦ, δεύτερος, ἑαυτῷ ἐπαρκεῖν, τρίτος, καὶ ἑτέροις, τέταρτος, τὸ κηρύττοντα καὶ ἐξουσίαν ἔχοντα λαμβάνειν μὴ λαμβάνειν· ὥστε πολὺ τῶν ἀκτημόνων οὗτος βελτίων ἦν. Καὶ καλῶς εἶπεν, Οὕτω δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Τοῦτο μὲν γὰρ συμπαθείας τῆς πρὸς τοὺς ἀσθενεῖς, τὸ ἐκ τῶν ἰδίων