1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

289

εὑρίσκεις· Ὁ γὰρ ζητῶν εὑρίσκει, οὐχ ὁ μὴ ζητῶν. Ἄκουσον τοὺς ἐν ταῖς ἐρημίαις ὄντας· ἀπάγαγε χρυσίον καὶ ἀργύριον· πανταχοῦ τῆς οἰκουμένης εἰσί. Κἂν μὴ ἐν τῇ οἰκίᾳ δέξῃ, ἄπελθε σὺ πρὸς αὐτὸν, συγγένου τῷ ἀνδρὶ, πρὸς τὸ οἴκημα γένου τὸ ἐκείνου, ἵνα δυνηθῇς ἐπιτυχεῖν, καὶ τῆς παρ' αὐτοῦ εὐλογίας ἀπολαῦσαι. Μεγάλη γὰρ ἡ παρὰ τῶν ἁγίων εὐλογία, ἧς ἐπιτυγχάνειν σπουδάζωμεν, ἵνα διὰ τῶν εὐχῶν τούτων βοηθούμενοι, τῆς παρὰ τοῦ αὐτοὺς ἐνδυναμοῦντος Θεοῦ φιλανθρωπίας ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

60.373 ΟΜΙΛΙΑ Ν∆ʹ. Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν

φιλανθρωπίαν ἡμῖν. Ἀνάψαντες γὰρ πυρὰν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυρὰν, ἔχιδνα ἐκ

τῆς θέρμης διεξελθοῦσα, καθήψατο τῆς χειρὸς αὐτοῦ. αʹ. Πῶς παρεῖχον τὴν φιλανθρωπίαν οἱ βάρβαροι, ἑρμηνεύει· Ἀνάψαντες γὰρ,

φησὶ, πυρὰν, προσελάβοντο πάντας ἡμᾶς. Ἐπεὶ οὐδὲν ὄφελος ἀλλαχόθεν τῆς σωτηρίας ἦν, τοῦ χειμῶνος μέλλοντος αὐτοὺς διαφθείρειν, ἀνάπτουσι τὴν πυράν. Εἶτα ὁ Παῦλος λαβὼν φρύγανα ἐπετίθει ἐπὶ τὴν πυράν· ὃ καὶ δηλῶν ἐπάγει λέγων· Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος. Ὅρα αὐτὸν ἐνεργοῦντα, καὶ οὐδαμοῦ θαυματουργοῦντα ἁπλῶς, ἀλλ' ἀπὸ χρείας· καὶ ἐν τῷ χειμῶνι γὰρ αἰτίας οὔσης προεφήτευσεν, ἀλλ' οὐχ ἁπλῶς, καὶ ἐνταῦθα πάλιν φρύγανα συλλέγει καὶ ἐπιτίθησιν. Ὅρα οὐδὲν τετυφωμένον ποιοῦντα οὐδὲ περιττὸν, ἀλλ' ὥστε διασωθῆναι αὐτοὺς, καὶ θέρμης τινὸς ἀπολαῦσαι. Εἶτα ἔχιδνα ἐκ τῆς θέρμης ἐξελθοῦσα, τῆς χειρὸς αὐτοῦ ἅπτεται· καὶ ὅτι ἥψατο, δῆλον ποιεῖ τοῦτο ἐκ τῆς ἐπαγωγῆς, λέγων· Ὡς δὲ εἶδον οἱ βάρβαροι τὸ θηρίον κρεμάμενον ἐκ τῆς χειρὸς αὐτοῦ, ἔλεγον πρὸς ἀλλήλους· Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασε. Καλῶς καὶ τοῦτο συνεχωρήθη, ὥστε καὶ ἰδεῖν αὐτοὺς καὶ φθέγξασθαι ταῦτα, ἵνα ὅταν γένηται, μὴ ἀπιστῆται τὸ θαῦμα. Ὅρα τὴν φυσικὴν κρίσιν διηρθρωμένην καὶ παρὰ βαρβάροις, καὶ αἰδεσίμως αὐτοὺς πρὸς ἀλλήλους λέγοντας, καὶ μηδὲ καταγινώσκοντας ἁπλῶς. Οὕτω καὶ οὗτοι πρότερον βλέπουσιν, ἵνα μᾶλλον θαυμάσωσιν. Ὁ μὲν οὖν ἀποτιναξάμενος τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν· οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι, ἢ καταπίπτειν ἄφνω νεκρόν. Ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλλόμενοι ἔλεγον θεὸν αὐτὸν εἶναι. Οἳ ἐνόμιζον αὐτὸν πίμπρασθαι, τουτέστι διαῤῥήγνυσθαι, οὗτοι θεασάμενοι, ὅτι οὐδὲν κακὸν ἔπαθε, λέγουσιν, ὅτι θεός 60.374 ἐστι. Πάλιν ἄλλη τούτων ὑπερβολὴ τιμῆς, ὥσπερ καὶ τῶν ὄχλων τῶν ἐν Λυκαονίᾳ. Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον χωρία ὑπῆρχε τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ· ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. Ἰδοὺ πάλιν ἄλλος φιλόξενος ὁ Πόπλιος, καὶ πλούσιος καὶ εὐπορώτατος. Οὗτος οὐδὲν ἰδὼν, ἀλλ' ἀπὸ τῆς συμφορᾶς μόνης ἐλεήσας αὐτοὺς, ὑπεδέξατο καὶ ἐθεράπευσεν. Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίᾳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν. Ὥστε ἄξιος ἦν τοῦ παθεῖν καλῶς· διὸ καὶ ἀμοιβὴν αὐτῷ ἀποδιδοὺς τῆς ἀποδοχῆς ἰάσατο αὐτόν. Τούτου δὲ γενομένου, καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενεῖς ἐν τῇ νήσῳ, προσήρχοντο καὶ ἐθεραπεύοντο· οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν· τουτέστι, καὶ ἡμῖν