1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

3

χρήσιμα τὰ παρόντα χρήματα; Συγκρίνει τοῦτον πρὸς τὸν ἀποτιθέμενον. Καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθόν. Ἐμοὶ δοκεῖ τὴν ἐλεημοσύνην λέγειν· τοῦτο γὰρ ὄντως ἀγαθόν, τοῦτο ψυχὴ ἀνθρώπου, ὅταν ἐλεῇ τὸ σῶμα τοῦ πλησίον. Ἀπ' ἐκείνου ἄρχεται καὶ εἰς τοῦτο λήγει. Οὐχ ἁπλῶς φησιν ἀγαθόν, ἀλλὰ πρὸς τὸν φειδωλὸν καὶ μικρολόγον, τὸν μικρόψυχον, εἶτα πάλιν φησίν· καί γε τοῦτο ματαιότης. ∆ιὰ τί τὸ συνάγειν; Ἕτερος γὰρ αὐτὸ λήψεται.

3 Τοῖς πᾶσιν χρόνος, καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανόν.

Ἐνταῦθα παιδευόμεθα μήτε ἀλγεῖν ἐπὶ τοῖς δεινοῖς, μήτε χαίρειν ἐπὶ τοῖς καλοῖς. Οὐ γὰρ δή, καθάπερ ἡμεῖς θορυβούμεθα καὶ λέγομεν ὅτι «συνέβη τόδε, οὕτω συμβαίνει ἀπὸ ἁμαρτίας ἡμετέρας», ἀλλὰ φύσιν τοιαύτην ὁ βίος ἔχει· πρὸς δὲ τὴν φύσιν ἀγανακτεῖν οὐ χρή. Ὥσπερ οὐ δυσχεραίνομεν ἐπὶ χειμῶνος, οὐδὲ ἐπὶ θέρους, οὕτως οὐδὲ ἐπὶ τοῖς παροῦσι πράγμασιν· ἕκαστον γὰρ δεῖ γενέσθαι καὶ ἕκαστον ἔχει καιρόν. Μὴ ὡς ἐπὶ παραδόξοις ἄλγει· ὥσπερ τὰ κακά, οὕτως καὶ τὰ καλὰ ἀνάγκη συμβῆναι· μᾶλλον δὲ οὐ κακά, ἀλλ' οὕτω φαινόμενα, οἷον δεῖ χαίρειν, ἀλλὰ καὶ ἀλγεῖν. Καὶ ὅρα πόθεν πιστοῦται τὸν λόγον· τοῦτο δὲ ἀπὸ τῶν συμβαινόντων παρ' ἡμῶν, δεικνὺς ὅτι ἀναγκαίως γίγνεται. Οὐκ ἀεὶ τὸ οἰκοδομεῖν καλόν, οὐκ ἀεὶ τὸ φυτεύειν, ἀλλ' ἔστιν ὅπου καὶ ἐναντίον καὶ οὐ μόνον καλόν. Καὶ ἄρχεται ἀπὸ τῶν συνεκτικῶν καὶ ὃ μάλιστα ἡδονῶν καὶ ἀθυμίας ἐστὶν αἴτιον. Καιρὸς τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν. Τί ἀλγεῖς ἐπὶ θανάτῳ; Μὴ γὰρ παρὰ προσδοκίαν γέγονεν; Μὴ γὰρ παρ' ἐλπίδας; Κατὰ καιρὸν ἦλθεν ἴσως ἀναγκαῖον τῷ γενέσθαι. Τὸ ἀποθανεῖν ταχύτερον, πῶς καὶ τίνι τρόπῳ ἴσως εὔκαιρον; Καιρὸς τοῦ φυτεύειν καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευμένον. Εἶτα αὐτὸ ἀπὸ τῶν φυτῶν πιστοῦται· μὴ ἀεὶ φυτεύειν δεῖ, οὐδὲ ἑστάναι; Καθάπερ γὰρ σὺ οὐ συγχωρεῖς τὰς γεγηρακυίας μένειν ἀμπέλους, ἀλλ' ἀναιρεῖς, οὕτω καὶ ὁ θεός· ἀκολουθία πραγμάτων ἐστίν, μὴ ἄλγει. Ὅρα πῶς χρήσιμον καὶ πρὸς εὐθυμίαν τὸ βιβλίον.

Καιρὸς τοῦ ἀποκτεῖναι καὶ καιρὸς τοῦ ἰᾶσθαι. Καὶ ταῦτα ἐναντία. Καὶ ποῖος καιρὸς τοῦ ἀποκτέννειν; Οἷον τοὺς πονηρούς. Παρὰ τῷ θεῷ καιρὸς τούτου καὶ τούτου. Καιρὸς τοῦ καθελεῖν καὶ καιρὸς τοῦ οἰκοδομεῖν, καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι. Καὶ ποῖος καιρός ἐστιν ἄκαιρος; Ὅτε ἄκαιρός ἐστιν ὁ γέλως καὶ ἄχρηστος. Εἰ γὰρ ἐκείνων τῶν γενικῶν καιρός, πολλῷ μᾶλλον τούτων δι' ἐ κεῖνα· οὐχ ἁπλῶς συμπτώματα ταῦτά ἐστιν; Καὶ ταῦτα ὁ θεὸς ὥρισεν· μὴ ἀεὶ γελᾶν, ἵνα μὴ διαχυθῶμεν, μὴ ἀεὶ κλαίειν, ἵνα μὴ καταπίπτωμεν. Καιρὸς τοῦ περιλαβεῖν· περὶ γάμου. Καιρὸς τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι. Καὶ μὴν ἐξ ἡμετέρας ῥαθυμίας γίγνεται. Μὴ νόμιζε, φησίν. Ἔστιν καιρὸς ὅτε δεῖ σε ἀπολέσαι. Ἢ ἵνα μὴ πενθῶμεν τοῦτό φησιν, ἢ, ἵνα καὶ ἑκόντες προώμεθα· ἔστιν ὅπου τὸ μὴ ζητῆσαι εὔκαιρον, ἀλλὰ βέλτιον ἀπολέσαι. Καιρὸς τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι· οὐκοῦν καὶ φιληθῆναι καὶ μισηθῆναι. Σύμπαντα ἃ ἐποίησεν καλὰ ἐν καιρῷ αὐτῶν. Τί τοίνυν μοχθεῖς; Πάντα θαυμαστά, πάντα ὅσα γέγονεν ἐν καιρῷ αὐτῶν καλά. Μὴ ἁπλῶς τὴν λύπην εἴπῃς, ἀλλὰ μετὰ τοῦ καιροῦ δεῖξόν μοι ταύτην, καὶ δείκνυμί σοι τῆς ἡδονῆς οὖσαν βελτίω καὶ τοῦ γέλωτος. ∆ιὸ καί φησιν· βέλτιον πορευθῆναι εἰς οἶκον πένθους ἢ εἰς οἶκον γέλωτος. Οὐδὲν τούτων αὐτὸ καθ' ἑαυτὸ καλόν, οὔτε κακόν· τὸ ἀποθανεῖν βέλτιον τοῦ γενέσθαι, οἷον ἐν γήρᾳ. Οὐδὲ γὰρ ἄλλο τι τοῦ καιροῦ χωρὶς καλόν, κἂν τροφὴν εἴπῃς, κἂν πότον. Καί γε σύμπαντα τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ἄνθρωπος τὸ ποίημα ὃ ἐποίησεν ὁ θεὸς ἀπ' ἀρχῆς καὶ μέχρι τέλους. Οὐ βούλεται, φησίν, ὁ θεὸς τὰ ἔργα αὐτοῦ φανερὰ εἶναι τοῖς ἀνθρώποις, καταστέλλων αὐτῶν τὴν πολυπραγμοσύνην. Οὕτω, φησίν, τοὺς χρόνους κατεσκεύασεν σοφῶς, ὡς μὴ δύνασθαι εὑρεῖν τοὺς ἀνθρώπους τὰ γενόμενα· τὸ γὰρ πλῆθος τῶν ἡμερῶν ἴσως ἐπισκοτεῖ καὶ λήθην ἐμποιεῖ. Ἢ τοῦτό φησιν ὅτι, καίπερ