1

 2

 3

 4

3

ὑποφθέγγεται δόσιν. Πρὶν τῷ λιμῷ δαμασθῆναι, οὐκ ἐπέτρεπε Θεῷ τὴν περὶ τοὺς ὄμβρους φιλανθρωπίαν, ἀλλ' ἔλεγεν· Οὐκ ἔσται τὰ ἔτη ταῦτα δρόσος ἢ ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ λόγου στόματός μου. Νῦν δὲ ἐπιτρέπει, καὶ ἤδη τὸ τῆς λύσεως ὑπαγορεύει προοίμιον, ἀλλ' ὑπηγόρευε μὲν, οὔπω δὲ προσῆγε τὴν αἴτησιν. Τί οὖν ἡ τῆς φιλανθρωπίας πηγή; Πάλιν αὐτῷ τρίτην μηχανὴν φιλανθρωπίας προσάγει· κελεύει γὰρ τὴν ψυχὴν τοῦ τῆς χήρας παιδίου μεταστῆναι τοῦ σώματος. Τιμῶν μὲν γὰρ τὸν προφήτην, τὴν εὐλογίαν οὐκ ἔλυεν, οὐδὲ ἐπιλεῖψαι τὸν καμψάκην ἐποίει, ὥστε πρὸς ἀνάγκην αὐτὸν συνελαθῆναι φιλανθρωπίας. Ἦν γὰρ ὕβρις τῷ προφήτῃ, εἰ τὰ τῆς εὐλογίας ἀνετράπη τῆς παρ' αὐτοῦ· καὶ τῆς ἐθνικῆς δὲ χήρας τοῦτο τὴν πίστιν κατέβλαπτεν, ὡς ἀπὸ συντυχίας τῆς εὐλογίας 56.585 ἐπιτυχούσης μικρόν. ∆ιὰ τοῦτο ὁ Θεὸς τὴν μὲν εὐλογίαν οὐκ ἀνατρέπει, τρίτην δὲ προσάγει μηχανὴν τῷ προφήτῃ· ποιεῖ γὰρ τὸ τῆς χήρας ἀποθανεῖν παιδίον, τὸν προφήτην εἰς ἀνάγκην ὠθῶν τῆς πρὸς αὐτὸν ἀξιώσεως. Ἡ γὰρ χήρα, τεθνηκότος τοῦ τέκνου, περιέστη τὸν προφήτην σὺν δάκρυσιν. Εἴθε, φησὶ, λιμῷ προαπολώλειν, καὶ πρὸ τῆς σῆς εὐλογίας ἀποτεθνήκειν, ἢ τοῦ υἱοῦ ἐγεγόνειν θεατὶς τεθνεῶτος. Ἠσχύνετο τὸ συμβὰν ὁ προφήτης· Οὗτοι, φησὶ τῇ χήρᾳ, τῆς εἰς ἐμὲ ξενοδοχίας οἱ μισθοί; Πρὸ τῆς ἐμῆς δεξιώσεως, εὔτεκνος· μετὰ τὴν δεξίωσιν τὴν ἐμὴν περὶ τέκνον τὸ φιλούμενον παρ' αὐτῇ θρηνῳδία.

Αἰσχυνόμενος τὸ συμβὰν ὁ Ἠλίας, καὶ καθ' ἑαυτὸν περιστρέφων τὸ πρᾶγμα, ᾔσθετο τέχνην οὖσαν τοῦ πάντων ∆εσπότου τὸ γεγενημένον, ᾔσθετο τὴν τέχνην τὴν θείαν. Καὶ τί φησιν; Οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ' ἧς ἐγὼ κατοικῶ μετ' αὐτῆς! Τί δέ ἐστιν ὃ βούλεται λέγειν; Παρὰ σοῦ, φησὶν, ἡ περὶ τῆς γυναικὸς πρός με μαρτυρία· σὺ, φησὶν, εἶπας· Ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διαθρέψαι σε, πάντως τῇ τῆς γυναικὸς μαρτυρῶν ὡς εὐσεβεῖ προαιρέσει. Πρὸς ταύτην ἐξ ἐκείνων με τῶν τόπων μετέστησας, καὶ ἣν τετίμηκας τῇ παρὰ σοῦ μαρτυρίᾳ, ταύτην νῦν τῷ τοῦ τέκνου τιμωρῇ θανάτῳ; Οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ' ἧς ἐγὼ κατοικῶ μετ' αὐτῆς, σὺ ἐθανάτωσας τὸν υἱὸν αὐτῆς! Οὐκ ἔστι, φησὶ, τὸ συμβὰν τῆς φύσεως θάνατος· τῆς τέχνης τῆς σῆς τὸ γεγενημένον, μηχανᾶσαι κατ' ἐμοῦ φιλανθρωπίας ἀνάγκην, ἵν' ὅταν εἴπω πρὸς σὲ, Κύριε, τὸν υἱὸν τῆς χήρας τὸν νενεκρωμένον ἐλέησον, ἀντιφθέγξῃ καὶ σὺ πρός με· Τὸν υἱόν μου τὸν Ἰσραὴλ ἐλέησον. Πρὸς φιλανθρωπίαν ὠθεῖς με· αἰσθάνομαί σου τῶν τεχνασμάτων, ὦ ∆έσποτα, ἵνα ὅταν εἴπω σοι, Τὸν υἱὸν τῆς χήρας τὸν τεθνεῶτα διάσωσον, ἀντιφθέγξῃ καὶ αὐτὸς πρός με· Τὸν Ἰσραὴλ σὺ τῷ λιμῷ νενεκρωμένον κατοίκτειρον. Αἰτεῖς με χάριν, ἀνταιτήθητι χάριν· λῦσον τοῦ λιμοῦ τὴν ἀπόφασιν, καὶ λύω τοῦ θανάτου τὴν ψῆφον. Ὡς οὖν εἶδεν ὁ Θεὸς Ἠλίαν, πολλοῖς ἐκδαμασθέντα, καὶ γεγενημένον φιλανθρωπότερον, τότε λοιπὸν προσάγει φανερώτερον πρὸς αὐτὸν τῆς φιλανθρωπίας τοὺς λόγους, ὡς οὐκέτι λοιπὸν τὴν τῆς τιμωρίας λύσιν λογιζόμενον ὕβριν. Πορεύθητι, φησί. Πρεσβείας τοῦ Θεοῦ πρὸς τὸν δοῦλον ῥήματα· αὐτὸς δι' ἑαυτοῦ ὁ Θεὸς περὶ φιλανθρωπίας πρὸς τὸν δοῦλον πρεσβεύει. Πορεύθητι, φησίν. Ἐπειδὴ ἐγένου, φησὶ, φιλανθρωπότερος, 56.586 δέξαι μου καὶ τῆς φιλανθρωπίας τοὺς λόγους· ἐπειδή με ταῖς τῆς φιλανθρωπίας ὠδῖσι συνεχόμενον ἔγνως, ἄκουέ μου λοιπὸν φανερώτερον. Ὠδίνω τῆς τιμωρίας τὴν λύσιν, ἐπείγομαι πρὸς χορηγίαν καταλλαγῶν, αἰσχύνομαι τῶν κολαζομένων τὰ δάκρυα.

Πάντες ἁμαρτωλοὶ, ὦ προφῆτα, κρατοῦσί μου φιλανθρωπίας χειρόγραφον· μή με ποιήσῃς παρ' αὐτοῖς ψευδολόγον φανῆναι. Ἄκουε δὲ καὶ τῶν τοῦ γραμματείου φωνῶν, ἅσπερ οἶδας καὶ αὐτός· Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ὑπέταξεν ὁ Ἠλίας τὰ ὦτα, ὑπέθηκε τὴν ψυχὴν τοῖς παρὰ τοῦ Θεοῦ λαλουμένοις. Πορεύθητι, φησὶ, καὶ ὄφθητι τῷ Ἀχαάβ. Οὐ καταλλασσόμενος χωρὶς σοῦ καταλλάσσομαι· σὺ παράσχου τοῖς κολαζομένοις τὴν