1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

2

πλειόνων ἑτέρων ἀπολογίαν συνθεὶς ὁ Θεὸς, τὸ βιβλίον τοῦτο πρὸς ἡμᾶς ἔπεμψεν· οὐδὲ γὰρ ἀπολογεῖσθαι παραιτεῖται τοῖς ἀνθρώποις ὁ Θεὸς, ἀλλὰ βοᾷ διὰ τοῦ προφήτου λέγων· ∆εῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Οὐκ ἀπολογεῖται δὲ μόνον καὶ δικάζεται, ἀλλὰ καὶ ὅπως διαφύγωμεν τὴν καταδίκην διδάσκει· οὐ γὰρ ἁπλῶς εἶπε, ∆εῦτε, καὶ διαλεχθῶμεν· ἀλλὰ πρότερον διδάξας τί μὲν εἰπεῖν, τί δὲ ποιῆσαι χρὴ, οὕτω πρὸς τὸ δικαστήριον εἵλκυσεν. Ἄκουσον οὖν ἄνωθεν τοῦ προφητικοῦ ῥήματος. Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν· μάθετε καλὸν ποιεῖν, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ τότε φησί· ∆εῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Οὐ βούλομαι γυμνοὺς, φησὶ, καὶ ἐρήμους τῶν δικαιωμάτων λαβεῖν, ἀλλὰ καθοπλίσας ὑμᾶς ταῖς ἀπολογίαις, οὕτως ἐπὶ τὰς εὐθύνας καλῶ· καὶ γὰρ δικάζεσθαι βούλομαι πρὸς ὑμᾶς, οὐχ ἵνα κατακρίνω, ἀλλ' ἵνα φείσωμαι. Οὕτω καὶ ἀλλαχοῦ φησι· Λέγε σὺ πρῶτον τὰς ἀνομίας σου, ἵνα δικαιωθῇς. Ἔχεις κατήγορον πικρὸν καὶ ἀνήμερον, προλαβὼν ἅρπασον ἐκείνου τὴν τάξιν, ἔμφραξον τὸ ἀναίσχυντον στόμα.

βʹ. Παρὰ μὲν οὖν τὴν ἀρχὴν δι' ἑαυτοῦ τοῖς ἀνθρώποις ὁ Θεὸς ὡμίλει, ὡς ἀνθρώποις ἀκοῦσαι δυνατόν. Οὕτω πρὸς τὸν Ἀδὰμ ἦλθεν· οὕτως ἐπετίμησε τῷ Κάϊν· οὕτω διελέχθη τῷ Νῶε· οὕτως ἐπεξενώθη τῷ Ἀβραάμ. Ἐπειδὴ δὲ πρὸς κακίαν ἡ φύσις ἡμῶν ἀπέκλινε, καὶ καθάπερ εἰς ὑπερορίαν τινὰ μακρὰν ἑαυτὴν διέστησε, τηνικαῦτα λοιπὸν, καθάπερ ἐν μακρᾷ καθεστῶσιν ἀποδημίᾳ, γράμματα πέμπει, ὥσπερ διά τινος ἐπιστολῆς τὴν παλαιὰν πρὸς ἡμᾶς ἀνανεούμενος φιλίαν. Καὶ τὰ μὲν γράμματα ταῦτα ἔπεμψεν ὁ Θεὸς, ἐκόμισε δὲ ὁ Μωϋσῆς. Τί οὖν λέγει τὰ γράμματα; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τίνος ἕνεκεν οὐ περὶ τῶν ἀγγέλων ἡμῖν διαλέγεται, οὐ περὶ τῶν ἀρχαγγέλων; Εἰ γὰρ ἀπὸ τῶν κτισμάτων ὁ δημιουργὸς θεωρεῖται, πολλῷ μᾶλλον ἀπ' ἐκείνων φαίνεται. Καλὸς ὁ οὐρανὸς, ἀλλ' οὐχ οὕτω καλὸς, ὡς ἄγγελος· φαιδρὸς ὁ ἥλιος, ἀλλ' οὐχ οὕτω φαιδρὸς, ὡς ὁ ἀρχάγγελος. Τίνος οὖν ἕνεκεν τὴν ὑψηλοτέραν ἀφεὶς ὁδὸν, διὰ τῆς ταπεινοτέρας ἡμᾶς ὁδηγεῖ; Ὅτι Ἰουδαίοις διαλέγεται, τοῖς ἀλογώτερον διακειμένοις, τοῖς πρὸς τὰ αἰσθητὰ ἐπτοημένοις, τοῖς ἐξ Αἰγύπτου νῦν ἐπανιοῦσιν, ἔνθα κροκοδείλους καὶ κύνας καὶ πιθήκους ἐθεράπευον οἱ ἄνθρωποι· καὶ οὐκ ἐνῆν διὰ τῆς ὑψηλοτέρας αὐτοὺς ὁδοῦ χειραγωγῆσαι πρὸς τὸν δημιουργόν. Ὑψηλοτέρα μὲν γὰρ ὁδός ἐστιν ἐκείνη, ἀλλὰ τραχυτέρα, καὶ προσάντης, καὶ μᾶλλον ὄρθιος τοῖς ἀσθενεστέροις. ∆ιὰ τοῦτο αὐτοὺς διὰ τῆς εὐκολωτέρας ἄγει, δι' οὐρανοῦ καὶ γῆς καὶ θαλάττης, καὶ τῆς ὁρωμένης κτίσεως ἁπάσης. Ὅτι μὲν γὰρ τοῦτο τὸ αἴτιον, ὅτε μικρὸν ἐπέδωκαν, 54.583 ἄκουσον πῶς αὐτοῖς ὁ Προφήτης καὶ περὶ ἐκείνων διαλέγεται τῶν ἄνω δυνάμεων. Αἰνεῖτε τὸν Κύριον, φησὶν, ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ· ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Καὶ τί θαυμαστὸν, εἰ ἐν τῇ Παλαιᾷ οὗτος ὁ τρόπος τῆς διδασκαλίας ἐστὶν, ὅπουγε καὶ ἐν τῇ Καινῇ, ὅτε τῶν ὑψηλοτέρων διδαγμάτων καιρὸς ἦν, Ἀθηναίοις διαλεγόμενος ὁ Παῦλος ταύτην ἦλθε τὴν ὁδὸν, ἥνπερ ἦλθε Μωϋσῆς Ἰουδαίους παιδεύων; Οὐδὲ γὰρ οὗτος περὶ ἀγγέλων καὶ ἀρχαγγέλων εἶπεν αὐτοῖς, ἀλλὰ περὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης, οὕτω πως δημηγορῶν· Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος, οὐκ ἐν χειροποιήτοις κατοικεῖ ναοῖς. Ἀλλ' οὐχ, ὅτε Φιλιππησίοις διελέγετο, διὰ ταύτης ἤγαγεν αὐτοὺς τῆς ὁδοῦ· ἀλλ' ἐπὶ τὴν ὑψηλοτέραν αὐτοὺς ἀνάγει δημηγορίαν, οὑτωσὶ λέγων· Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται. Οὕτω καὶ Ἰωάννης, ἐπειδὴ τελειοτέρους εἶχε τοὺς