1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

6

τῆς νηὸς ἐμπεσὼν τὰ ἱστία, βέλους ὀξύτερον παραπέμπει τὸ σκάφος· οὕτω καὶ Ἐκκλησίας εὐχὴ εἰς τὴν τοῦ λέγοντος ἐμπεσοῦσα γλῶτταν, ζεφύρου σφοδρότερον παραπέμπει τὸν λόγον. ∆ιὸ καὶ ἡμεῖς καθ' ἑκάστην ἡμέραν θαῤῥοῦντες ἀποδυόμεθα. Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων δέκα τις μόνον, ἢ εἴκοσι ἔχων ἐραστὰς ἐν δήμῳ τοσούτῳ, μετὰ προθυμίας εἰς τὸν ἀγῶνα κάτεισι· πολλῷ μᾶλλον ἡμεῖς, ὅπου οὐ δέκα, οὐδὲ εἴκοσι μόνον, ἀλλ' ἅπαν ἡμῖν τὸ θέατρον ἐξ ἀδελφῶν καὶ πατέρων σύγκειται, θαῤῥοῦντες τοῦτο ποιήσομεν. Καίτοι γε ἐπὶ τῶν ἔξωθεν ἀγώνων οὐδὲν ἂν μέγα καρπώσαιτο ὁ ἀγωνιστὴς παρὰ τοῦ θεατοῦ, ἀλλ' ἢ ὅσον βοῆσαι ἐκεῖνον, καὶ θαυμάσαι τὰ γεγενημένα, καὶ φιλονεικῆσαι τοῖς ἀντιλέγουσιν ἄνω καθήμενον· καταβῆναι δὲ εἰς τὸ στάδιον, καὶ χεῖρα ὀρέξαι, καὶ ἑλκύσαι πόδα τοῦ ἀνταγωνιζομένου, ἢ ἄλλο τι τοιοῦτον ἐπιδείξασθαι, τούτοις οὐ θέμις. Οἱ γὰρ τοὺς ἀγῶνας ἐκείνους ἐξ ἀρχῆς διαταξάμενοι, σκόλοπας πήξαντες ὀξεῖς, καὶ σχοινία κύκλῳ περιβαλόντες, οὕτω τῶν θεατῶν τὴν μανίαν εἴργουσι. Καὶ τί θαυμαστὸν, εἰ θεατῇ καταβῆναι οὐ θέμις, ὅπουγε καὶ τὸν παιδοτρίβην ἔξω παρὰ τὴν κόνιν καθίσαντες, πόῤῥωθεν τὴν ἀπὸ τῆς διδασκαλίας συμμαχίαν εἰσάγειν τοῖς ἀγωνιζομένοις κελεύουσι, πλησίον δὲ οὐκ ἐῶσιν ἐλθεῖν; Ἀλλ' οὐκ ἐνταῦθα οὕτως· ἀλλὰ καὶ διδασκάλῳ καὶ θεατῇ καταβῆναι πρὸς ἡμᾶς ἔνι, καὶ ἐγγὺς στῆναι τῇ διαθέσει, καὶ διὰ τῶν εὐχῶν ἡμῖν συγκροτῆσαι τὴν δύναμιν. ∆εῦρο γοῦν κατ' αὐτοὺς ἐκείνους τοὺς ἀθλητὰς τῶν παλαισμάτων ἁψώμεθα. Καὶ γὰρ ἐπειδὰν ἐκεῖνοι μέσους ἑαυτοὺς κατασχόντες, ὑπὸ τῆς βίας τῶν ἁμμάτων πρὸς τὸν ἔξωθεν αὐτοὺς περιεστῶτα ἐξακοντισθῶσιν ὄχλον διὰ τὴν τοῦ τόπου στενοχωρίαν, λύσαντες τὰ ἅμματα, πρὸς τὸν τῆς ἀγωνίας πάλιν ἐπανέρχονται τόπον· εἶτα ἐπανελθόντες οὐκ ὀρθοὶ συμπλέκονται πάλιν, ἀλλ' ἐν ἐκείνῳ τῷ τρόπῳ τῶν δεσμῶν ἑαυτοὺς καταστήσαντες, ἐν ᾧ καὶ ὄντες διελύθησαν. Ἐπεὶ οὖν καὶ ἡμᾶς ἡ τόπου στενοχωρία καταλῦσαι τὸν λόγον ἠνάγκασε, φέρε πρὸς τὸν τόπον τῆς ἀγωνίας ἐπανελθόντες, τὰ ἅμματα λύσωμεν ἀπὸ τῶν τήμερον ἀναγνωσθέντων ἡμῖν. Καὶ εἶπεν ὁ Θεὸς, φησὶ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. Ἓν πρῶτον τοῦτο ἄξιον ζητῆσαι, τί δήποτε, ὅτε μὲν ὁ οὐρανὸς ἐγίνετο, οὐδαμοῦ τὸ, Ποιήσωμεν, εἴρηται, ἀλλὰ, Γενηθήτω οὐρανὸς, Γενηθήτω φῶς, καὶ καθ' ἕκαστον τῆς κτίσεως μέρος οὕτως· ἐνταῦθα δὲ τὸ, Ποιήσωμεν, πρόσκειται μόνον, βουλὴ καὶ σκέψις καὶ πρὸς ἕτερόν τινα ὁμότιμον ἀνακοίνωσις; Τίς ποτε ἄρα ἐστὶν ὁ δημιουργεῖσθαι μέλλων, ὅτι τοσαύτης ἀπολαύει τιμῆς; Ἄνθρωπός ἐστι, τὸ μέγα ζῶον καὶ θαυμαστὸν, καὶ τῆς κτίσεως ἁπάσης τῷ Θεῷ τιμιώτερον, δι' ὃν οὐρανὸς καὶ γῆ καὶ θάλαττα καὶ τὸ λοιπὸν ἅπαν τῆς κτίσεως σῶμα· ἄνθρωπος, οὗ τῆς σωτηρίας οὕτως ὁ Θεὸς ἠράσθη, ὡς μηδὲ τοῦ Μονογενοῦς φείσασθαι δι' αὐτόν· οὐ γὰρ ἀπέστη πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως αὐτὸν ἀναγαγὼν ἐκάθ 54.588 ισεν ἐν δεξιᾷ ἑαυτοῦ. Καὶ βοᾷ Παῦλος λέγων· Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν δεξιᾷ ἑαυτοῦ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ. ∆ιὰ τοῦτο βουλὴ καὶ σκέψις καὶ ἀνακοίνωσις, οὐκ ἐπειδὴ ὁ Θεὸς βουλῆς δεῖται· μὴ γένοιτο· ἀλλὰ τῷ σχήματι τῶν ῥημάτων τὴν εἰς τὸν γενόμενον ἡμῖν ἐνδείκνυται τιμήν. Καὶ πῶς, φησὶν, εἰ τοῦ κόσμου τιμιώτερός ἐστι παντὸς, ὕστερον τοῦ κόσμου παράγεται; ∆ι' αὐτὸ τοῦτο, ἐπειδὴ τοῦ κόσμου τιμιώτερός ἐστιν. Ὥσπερ γὰρ βασιλέως εἰς τινα πόλιν ἐλαύνειν μέλλοντος, στρατηγοὶ καὶ ὕπαρχοι καὶ δορυφόροι καὶ πάντες οἱ δοῦλοι προφθάνουσιν, ἵνα τὰ βασίλεια παρασκευάσαντες, καὶ πᾶσαν τὴν ἄλλην εὐτρεπίσαντες θεραπείαν, μετὰ πολλῆς τῆς τιμῆς ὑποδέξωνται τὸν βασιλέα· οὕτω δὴ καὶ ἐνταῦθα, καθάπερ βασιλέως εἰσάγεσθαι μέλλοντος, προέφθασεν ὁ ἥλιος, προέδραμεν ὁ οὐρανὸς, προεισῆλθε τὸ φῶς, ἅπαντα γέγονε καὶ εὐτρεπίσθη, καὶ τότε ὁ ἄνθρωπος μετὰ πολλῆς ὕστερον εἰσάγεται τῆς τιμῆς. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα.