1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

10

ἀπεπήδησεν ὁ Ἀδὰμ, καθάπερ δεδοικὼς, ἀλλ' ὥσπερ δούλοις ὑποτεταγμένοις τὰ ὀνόματα ἐπέθηκεν ἅπασι. Τοῦτο δὲ δεσποτείας σύμβολον. ∆ιὸ καὶ ὁ Θεὸς βουλόμενος αὐτῷ καὶ διὰ τούτου δεῖξαι τὸ τῆς ἐξουσίας ἀξίωμα, τὴν τῶν ὀνομάτων αὐτῷ θέσιν ἐπέτρεψε, καὶ τὰ τεθέντα ὀνόματα ἔμεινεν ἐξ ἐκείνου εἰς αὐτά. Πᾶν γὰρ ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτοῖς, φησίν. Ἓν δὴ τοῦτο σημεῖον τοῦ μὴ φοβερὰ εἶναι τῷ ἀνθρώπῳ τὰ θηρία παρὰ τὴν ἀρχήν· δεύτερον δὲ καὶ τοῦ πρώτου σαφέστερον, ἡ πρὸς τὴν γυναῖκα τοῦ ὄφεως διάλεξις. Εἰ γὰρ ἦν φοβερὰ τὰ θηρία τοῖς ἀνθρώποις, οὐκ ἂν ἰδοῦσα τὸν ὄφιν ἔμεινεν ἡ γυνὴ, ἀλλ' ἔφυγεν ἄν· οὐκ ἂν ἐδέξατο συμβουλὴν, οὐκ ἂν μετὰ τοσαύτης αὐτῷ διελέχθη τῆς ἀδείας, ἀλλ' εὐθέως ἂν πρὸς τὴν ὄψιν καὶ ἐξεπλάγη καὶ ἀπεπήδησε· νυνὶ δὲ διαλέγεται, καὶ οὐ φοβεῖται· οὐδέπω γὰρ ἦν ὁ φόβος οὗτος. Ἀλλ' ἐπειδὴ ἡ ἁμαρτία εἰσῆλθεν, ἀνῃρέθη καὶ τὰ τῆς τιμῆς· καὶ καθάπερ ἐπὶ τῶν οἰκετῶν, οἱ μὲν εὐδοκιμοῦντες φοβεροὶ τοῖς συνδούλοις εἰσὶν, οἱ δὲ προσκεκρουκότες καὶ τοὺς ὁμοδούλους δεδοίκασιν· οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου γέγονεν. Ἕως μὲν γὰρ εἶχε πρὸς τὸν Θεὸν παῤῥησίαν, φοβερὸς τοῖς θηρίοις ἦν· ἐπειδὴ δὲ προσέκρουσε, καὶ τοὺς ἐσχάτους τῶν ὁμοδούλων δέδοικε λοιπόν. Εἰ δὲ μὴ τοῦτό ἐστι, σύ μοι δεῖξαι πρὸ τῆς ἁμαρτίας, ὅτι φοβερὰ τοῖς ἀνθρώποις τὰ θηρία ἦν· ἀλλ' οὐκ ἂν ἔχοις. Εἰ δὲ μετὰ ταῦτα εἰσῆλθεν ὁ φόβος, καὶ τοῦτο τῆς τοῦ ∆εσπότου κηδεμονίας. Εἰ γὰρ τῆς ἐντολῆς τῆς δοθείσης ὑπὸ τοῦ Θεοῦ τῷ ἀνθρώπῳ κινηθείσης καὶ λυθείσης, ἡ τιμὴ ἡ δοθεῖσα αὐτῷ παρὰ τοῦ Θεοῦ ἀκίνητος ἔμεινεν, οὐκ ἂν ἀνέστη ῥᾳδίως. Ὅταν γὰρ καὶ παρακούοντες οἱ ἄνθρωποι καὶ μὴ παρακούοντες τῆς αὐτῆς ἀπολαύωσι τιμῆς, παιδοτριβοῦνται πρὸς πονηρίαν μᾶλλον, καὶ οὐκ εὐκόλως ἀφίστανται τῆς κακίας. Εἰ γὰρ νῦν φόβων καὶ τιμωριῶν καὶ κολάσεων ἐπικειμένων οὐκ ἀνέχονται σωφρονεῖν, τίνες ἂν ἦσαν, εἰ μηδὲν ἔπαθον ὑπὲρ ὧν ἐπλημμέλουν δεινῶν; Ὥστε δῆλον ὅτι κηδόμενος ἡμῶν καὶ φροντίζων ὁ Θεὸς, ἐξέβαλεν ἡμᾶς τῆς ἀρχῆς. Σὺ δὲ καὶ ἐνταῦθά μοι σκόπει τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν. Ὁ μὲν γὰρ Ἀδὰμ πᾶσαν ἀνέτρεψε τὴν ἐντολὴν, καὶ παρέβη τὸν νόμον· ὁ δὲ Θεὸς οὐ πᾶσαν ἔλυσε τὴν τιμὴν, οὐδὲ πάσης ἐξέβαλεν αὐτὸν τῆς ἐξουσίας· ἀλλ' ἐκεῖνα μόνα ἔξω τῆς ἀρχῆς ἀφῆκεν εἶναι τὰ ζῶα, ἃ μὴ σφόδρα αὐτῷ συντελεῖ πρὸς τὴν τῆς ζωῆς χρείαν· τὰ δὲ ἀναγκαῖα καὶ χρήσιμα καὶ πολλὴν εἰσφέροντα λειτουργίαν εἰς τὴν ζωὴν τὴν ἡμετέραν, ταῦτα εἴασε μένειν ἐν τῇ δουλείᾳ. Ἀφῆκε βοῶν ἀγέλας, ἵνα ἄροτρον ἕλκωμεν, ἵνα τὴν γῆν τέμνωμεν, ἵνα τὰ σπέρματα 54.593 καταβάλλωμεν· ἀφῆκε τῶν ὑποζυγίων τὰ γένη, ἵνα πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν συναντιλαμβάνηται ἡμῖν τῶν πόνων· ἀφῆκε προβάτων ποίμνια, ἵνα ἔχωμεν εἰς περιβολὰς ἱματίων χορηγίαν ἀρκοῦσαν· καὶ ἕτερα δὲ γένη ζώων εἴασε πολλὴν ἡμῖν ἑτέραν εἰσάγοντα χρείαν. Ἐπειδὴ γὰρ κολάζων τὸν ἄνθρωπον ἔλεγεν, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἵνα μὴ ὁ ἱδρὼς οὗτος καὶ ὁ μόχθος καὶ ὁ πόνος ἀφόρητος ᾖ, ἐπεκούφισε τὸ βαρὺ καὶ φορτικὸν τοῦ ἱδρῶτος τῷ πλήθει τῶν ἀλόγων τῶν συνεφαπτομένων ἡμῖν τοῦ πόνου καὶ τῆς ταλαιπωρίας ταύτης. Καὶ καθάπερ δεσπότης φιλάνθρωπος καὶ κηδεμονικὸς τὸν οἰκέτην τὸν ἑαυτοῦ μαστίξας, θεραπείαν τινὰ προσάγει ταῖς μάστιξιν· οὕτω καὶ ὁ Θεὸς καταδίκην ἐπιθεὶς, παντὶ τρόπῳ τὴν καταδίκην ταύτην κουφοτέραν βούλεται ποιῆσαι, ἱδρῶτι μὲν ἡμᾶς καταδικάσας καὶ πόνῳ διηνεκεῖ, τοῦ δὲ πόνου συνεφάπτεσθαι πολλὰ τῶν ἀλόγων γένη παρασκευάσας ἡμῖν. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν αὐτῷ· καὶ γὰρ τὸ δοῦναι τὴν τιμὴν ἡμῖν, καὶ τὸ πάλιν ἀφελεῖν τὴν τιμὴν, καὶ τὸ μὴ πᾶσαν ἀφελεῖν αὐτὴν, καὶ τὸ τὸν φόβον ἡμῖν ἐπιστῆσαι τῶν θηρίων, καὶ πάντα, ἄν τις ἐξετάζῃ, πολλῆς γέμει σοφίας, πολλῆς κηδεμονίας, πολλῆς φιλανθρωπίας· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαύειν διηνεκῶς εἰς δόξαν τοῦ