1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

13

λείψανα τῆς τοῦ Θεοῦ μένοντα ὀργῆς, καὶ τῆς συμφορᾶς τὰ ἴχνη φαινόμενα, καὶ τὸν τῶν γεγενημένων ἀκμάζοντα φόβον, ἐξύβρισεν εἰς τὸν γεγεννηκότα ∆ιὰ τοῦτο καί τις σοφὸς παραινεῖ λέγων· Μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου· οὐ γάρ ἐστί σοι δόξα πατρὸς ἀτιμία. Ἀλλ' οὐδὲ τοῦτο ἔγνω ἐκεῖνος· ἀλλ' ἥμαρτεν ἁμαρτίαν πάσης συγγνώμης καὶ ἀπολογίας μείζονα. ∆ιὰ τοῦτο τιμωρίαν ἔδωκε τῆς ἁμαρτίας τὴν δουλείαν, καὶ τῶν ἀδελφῶν οἰκέτης ἐγένετο, καὶ τὴν ἀπὸ τῆς 54.596 φύσεως προεδρίαν τῇ τῆς γνώμης κακίᾳ προέδωκεν. Ἰδοὺ καὶ δεύτερος δουλείας τρόπος. Βούλει καὶ τρίτον μαθεῖν; Φορτικώτερος δὲ οὗτος τῶν δύο τῶν προτέρων ἐστὶ, καὶ πολὺ φοβερώτερος. Ἐπειδὴ γὰρ ἐκείνοις οὐκ ἐσωφρονίσθη, ἐπέτεινεν ἡμῖν ὁ Θεὸς τὰ δεσμά. Τίς οὖν οὗτός ἐστιν; Ὁ τῶν ἀρχόντων, ὁ τῶν ἐξουσιῶν· οὐ τοιοῦτος, οἷος ὁ τῆς γυναικὸς, οὐδὲ τοιοῦτος, οἷος ὁ τῶν δούλων, ἀλλὰ πολλῷ φοβερώτερος. Ξίφη γὰρ ἔστιν ἰδεῖν ἠκονημένα πανταχοῦ, δημίους, κολάσεις, βασανιστήρια, τιμωρίας, τὴν μέχρι θανάτου καὶ ζωῆς ἐξουσίαν. Καὶ ὅτι καὶ οὗτος τῆς ἀρχῆς ὁ τρόπος ἀναγκαῖος διὰ τὴν ἁμαρτίαν ἐγένετο, ἄκουσον πάλιν αὐτοῦ τοῦ Παύλου περὶ τούτου φιλοσοφοῦντος. Εἰ δὲ θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει, φησὶ, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Ἐὰν τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ. Ὁρᾷς ὅτι διὰ τοὺς τὸ κακὸν πράττοντας καὶ ἄρχων καὶ μάχαιρα; Ἄκουσον γοῦν σαφέστερον τοῦτο πάλιν. Ἔκδικος γὰρ, φησὶν, ἔστι τῷ τὸ κακὸν πράσσοντι. Καὶ οὐκ εἶπεν, Οὐ γὰρ εἰκῆ ἄρχων ἐστίν· ἀλλὰ τί; Οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ. Ὡπλισμένον σοι τὸν δικαστὴν ἐπέστησε. Καθάπερ γὰρ φιλόστοργος πατὴρ παῖδας εἰς αὐτὸν ῥᾳθυμοῦντας, καὶ διὰ τὴν πατρικὴν φιλοστοργίαν καταφρονοῦντας αὐτοῦ, διὰ τὴν ἀγαθότητα παιδαγωγοῖς καὶ διδασκάλοις ἐκδίδωσι φοβεροῖς· οὕτω καὶ ὁ Θεὸς τὴν φύσιν τὴν ἡμετέραν καταφρονοῦσαν αὐτοῦ, διὰ τὴν ἀγαθότητα, καθάπερ διδασκάλοις καὶ παιδαγωγοῖς, τοῖς ἄρχουσιν ἐξέδωκεν, ὥστε αὐτοὺς ἐπιστρέψαι αὐτῶν τὴν ῥᾳθυμίαν. Ἀλλ', εἰ βούλεσθε, καὶ ἀπὸ τῆς Παλαιᾶς αὐτὸ τοῦτο ἴδωμεν, ὅτι διὰ τὴν πονηρίαν τὴν ἡμετέραν καὶ τῆς ἀρχῆς ἐγένετο χρεία ταύτης. Τῶν προφητῶν τις παροξυνόμενος ἐπὶ τοῖς ἀδίκοις, οὕτω πώς φησι· Παρασιωπήσεις ἐν τῷ καταπίνειν τὸν ἀσεβῆ τὸν δίκαιον, καὶ ποιήσεις τοὺς ἀνθρώπους, ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ἑρπετὰ οὐκ ἔχοντα ἡγούμενον; Οὐκοῦν διὰ τοῦτο ἡγούμενος, ἵνα μὴ ὡς ἑρπετὰ ὦμεν· διὰ τοῦτο ἄρχων· ἵνα μὴ ὡς οἱ ἰχθύες καταπίνωμεν ἀλλήλους. Ὥσπερ γὰρ διὰ τὰ νοσήματα τὰ φάρμακα, οὕτω διὰ τὰ ἁμαρτήματα αἱ κολάσεις. Ἐπεὶ ὅτι γε ὁ συζῶν ἀρετῇ τῆς ἐκεῖθεν ἐπιστασίας οὐ δεῖται, ἄκουσον τί φησιν ὁ Παῦλος· Εἰ δὲ θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Θεατής σου, φησὶν, ὁ δικαστής ἐστιν. Ἐὰν ὀρθῶς ζῇς, οὐ θεατὴς μόνον, ἀλλὰ καὶ ἐπαινέτης. Καὶ τί λέγω τὴν ἀπὸ τῶν ἀρχόντων χρείαν, ὅπουγε καὶ ἑτέρων μειζόνων ἀνώτεροι οἱ φιλοσοφίαν διώκοντές εἰσιν; Ἄρχοντες γὰρ ἀρχόντων εἰσὶν οἱ νόμοι. Ἀλλ' ὅμως οὐδὲ νόμων δεῖται ὁ μετ' ἐπιεικείας ζῶν· καὶ τοῦτο ἄκουσον τοῦ Παύλου λέγοντος, ∆ικαίῳ νόμος οὐ κεῖται. Εἰ δὲ νόμος οὐ κεῖται, πολλῷ μᾶλλον ἄρχων οὐκ ἐφέστηκεν. Ἰδοὺ τρίτος ἀρχῆς τρόπος, καὶ οὗτος ἀπὸ τῆς ἁμαρτίας καὶ πονηρίας ἔχων τὴν ὑπόθεσιν. γʹ. Πῶς οὖν ὁ Παῦλός φησιν, ὅτι Οὐκ ἔστιν ἐξουσία, εἰ μὴ ἀπὸ Θεοῦ; Ὅτι αὐτὸς αὐτὴν πρὸς τὸ λυσιτελὲς ἡμῖν κατέστησεν. Εἰσήγαγε μὲν γὰρ αὐτῆς τὴν χρείαν ἡ ἁμαρτία· ὁ δὲ Θεὸς πρὸς τὸ συμφέρον ἡμῖν ἀπεχρήσατο. Καὶ καθάπερ ἡ χρεία τῶν φαρμάκων ἀπὸ τῶν τραυμάτων γίνεται, ἡ δὲ ἐπαγωγὴ τῶν φαρμάκων ἀπὸ τῆς τῶν ἰατρῶν σοφίας· οὕτω καὶ ἡ χρεία τῆς δουλείας ἀπὸ τῆς ἁμαρτίας γέγονε· τὸ δὲ εἰς δέον αὐτὴν ῥυθμίσαι, ἀπὸ τῆς τοῦ Θεοῦ σοφίας. Ἀλλὰ γὰρ διανάστητε, καὶ τὴν ῥᾳθυμίαν ἀπόθεσθε. Τίνος ἕνεκα τοῦτο λέγω; Περὶ Γραφῶν ὑμῖν διηγούμεθα, ὑμεῖς δὲ τοὺς