1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

15

ἡμῖν ὁ νομοθέτης αἰνίττεται, ὅτι ὁ τοὺς γονέας ὑβρίζων οὐκ ἐκείνους ἠδίκηκε μόνον, ἀλλὰ καὶ πάντας ἀνθρώπους. ∆ιὰ τοῦτο πάντας ἐπὶ τὴν κοινωνίαν τῆς τιμωρίας καλεῖ, καθάπερ ὑβρισμένους ἅπαντας, καὶ δῆμον ὁμοῦ καὶ πόλιν περιίστησιν ἅπασαν, παιδεύων καὶ τοὺς οὐδὲν ἔχοντας κοινὸν πρὸς τοὺς ἠδικημένους ἐπὶ γονεῦσιν ὑβριζομένοις ἀγανακτεῖν, ὡς τῆς κοινῆς φύσεως ὑβριζομένης, καὶ τὸν τοιοῦτον ἄνθρωπον ὥσπερ λοιμόν τινα καὶ κοινὴν νόσον, μὴ τῆς πόλεως μόνον, ἀλλὰ καὶ τοῦ φωτὸς ἀπελαύνειν αὐτοῦ. Πολέμιος γὰρ ὁ τοιοῦτος καὶ κοινὸς ἁπάντων ἐστὶν ἐχθρὸς, καὶ τοῦ Θεοῦ, καὶ τῆς φύσεως, καὶ τῶν νόμων, καὶ τῆς κοινῆς ἁπάντων ἡμῶν ζωῆς. ∆ιὰ τοῦτο πάντας συνεφάπτεσθαι κελεύει τῆς σφαγῆς, ὥσπερ τινὰ καθαρμὸν τῆς πόλεως ἐργαζόμενος. Πολλὰ ὑμῖν ἀγαθὰ γένοιτο, ὅτι μετὰ τοσαύτης ἡδονῆς τοὺς περὶ τοῦ πατραλοίου λόγους ἐδέξασθε, καὶ ἀντὶ τῶν λίθων ταῖς βοαῖς αὐτὸν ἐβάλλετε· τεκμήριον γὰρ τοῦτό ἐστι τοῦ πολλὴν περὶ τὸν ἑαυτοῦ πατέρα ἕκαστον ὑμῶν τὴν εὔνοιαν ἐπιδεδεῖχθαι. Καὶ γὰρ τότε τοὺς νόμους μάλιστα θαυμάζειν εἰώθαμεν τοὺς τὰ ἁμαρτήματα κολάζοντας, ὅταν μὴ συνειδότες ἑαυτοῖς τὰ ἁμαρτήματα ὦμεν. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Θεῷ τῷ κηδομένῳ τῆς ζωῆς τῆς ἡμετέρας, καὶ προνοοῦντι γονέων, καὶ παίδων φροντίζοντι, καὶ πάντα ὑπὲρ τῆς ἡμετέρας οἰκονομοῦντι σωτηρίας. Αὐτῷ γὰρ πρέπει δόξα, τιμὴ, καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Εʹ. Ὅτι οὐ διὰ τὸν Ἀδὰμ κολαζόμεθα, καὶ ὅτι μείζονα τῶν δι' ἐκείνου

εἰσενεχθέντων λυπηρῶν τὰ χρηστὰ, ἐὰν ἑαυτοῖς προσέχωμεν· καὶ κατὰ τῶν παρατρεχόντων τοὺς πένητας.

αʹ. Ὑμεῖς μὲν ἴσως νομίζετε τὸν περὶ τῆς δεσποτείας ἡμῖν ἅπαντα ἀπηρτίσθαι λόγον· ἐγὼ δὲ ἔτι πολὺν ὁρῶ τὸν καρπὸν ἐν αὐτῷ φαινόμενον. Ἀλλὰ μὴ ἀποκάμητε, παρακαλῶ, ἕως αὐτὸν ἅπαντα ἐκτρυγήσωμεν. Καὶ γὰρ οἱ φιλόπονοι τῶν γεωργῶν ὅταν ἴδωσιν ἄμπελον πολλοῖς μὲν τοῖς φύλλοις κομῶσαν, πολλῷ δὲ τῷ καρπῷ βριθομένην, οὐχὶ τοὺς ἔξωθεν βότρυας ἐκτέμνουσι μόνον, ἀλλὰ καὶ ἐνδοτέρω χωροῦσι τὰ κλήματα ἀνακλῶντες, καὶ τὰ φύλλα ἀναστέλλοντες, ὥστε μηδὲ μικρὰς σταφυλῆς ῥᾶγας ὑπὸ τοῖς πετάλοις κρυπτομένας λαθεῖν. Μὴ τοίνυν ἐκείνων φανῆτε ῥᾳθυμότεροι, μηδὲ ἀποστῆτε, ἕως ἂν τὸ πᾶν λάβητε· καὶ μάλιστα, ὅτι ὁ μὲν πόνος ἐμὸς, ὁ δὲ καρπὸς ὑμέτερος. Κατηγορήσαμεν χθὲς τῶν γυναικῶν, μᾶλλον δὲ οὐχὶ τῶν γυναικῶν, ἀλλὰ τῆς Εὔας, ὅτι διὰ τῆς ἁμαρτίας τὴν δουλείαν εἰσήγαγεν. Εἴποιεν ἂν αἱ γυναῖκες ἡμῖν Τίνος οὖν ἕνεκεν, ἐκείνης ἁμαρτησάσης, ἡμεῖς κατεδικάσθημεν, καὶ τὸ μὲν παράπτωμα γέγονεν ἑνὸς προσώπου, τὸ δὲ ἔγκλημα κοινὸν τῆς φύσεως ἁπάσης; Τοῦτο καὶ δοῦλοι εἴποιεν ἄν· Τί δήποτε, τοῦ Χαναὰν εἰς τὸν πατέρα ὑβρίσαντος, τὰ τῆς τιμωρίας εἰς ἅπαν διέβη τὸ γένος; Καὶ οἱ τοὺς ἄρχοντας δὲ φοβούμενοι τοῦτο ἂν αἰτιάσαιντο· Τί δήποτε, ἑτέρων ἐν πονηρίᾳ ζησάντων, αὐτοὶ τῷ ζυγῷ τῆς ἀρχῆς παρεδόθησαν; Τί οὖν ἂν εἴποιμεν ἡμεῖς πρὸς τούτους ἅπαντας; Μία γὰρ ἔσται πάντων ζητημάτων ἡ λύσις· ὅτι ἥμαρτον μὲν οἱ πρότεροι, καὶ διὰ τῆς οἰκείας παρακοῆς τὴν δουλείαν εἰσήγαγον· εἰσαχθεῖσαν δὲ οἱ μετὰ ταῦτα ταῖς παρ' ἑαυτῶν ἐκύρωσαν ἁμαρτίαις. Εἰ μὲν γὰρ ἔχοιεν ἑαυτοὺς δεῖξαι διαπαντὸς ἁμαρτημάτων ὄντας καθαροὺς, ἴσως ἂν εἴη αὐτοῖς καλῶς δοκεῖν ἀντιλέγειν· εἰ δὲ καὶ αὐτοὶ πολλοῖς εἰσιν ἐπιτιμίοις ὑπεύθυνοι, περιττὰ τὰ τῆς ἀπολογίας ταύτης