1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

21

βοτάνη χρήσιμος, ποία δὲ ὀλεθρία, καὶ μὴ πᾶσιν αὐτὰ ἐπιέναι τοῖς φαινομένοις, ἀλλ' ἔχειν τὴν διάγνωσιν, καὶ εἰδέναι σαφῶς, τί μὲν αὐτοῖς ἐπιβλαβὲς, τί δὲ ὠφέλιμον· τὸν δὲ ἄνθρωπον τοσαύτης ἀποστερεῖσθαι τῆς ἀσφαλείας; Εἰ γὰρ μὴ τοῦτο εἶχεν, οὐδενὸς ἄξιος ἦν, ἀλλὰ καὶ εὐτελέστερος πάντων 54.606 ὑπῆρχε. Πολλῷ γὰρ αἱρετώτερον ἦν αὐτῷ ἐν σκότῳ διάγειν, καὶ τοὺς ὀφθαλμοὺς ἐκκεκόφθαι, καὶ τοῦ φωτὸς ἀπεστερῆσθαι, ἢ μὴ εἰδέναι τί μὲν καλὸν, τί δὲ πονηρόν. Ἐὰν γὰρ τοῦτο ἀνέλῃς τῆς ζωῆς τῆς ἡμετέρας, πᾶσαν τὴν ζωὴν ἡμῶν ἀνεῖλες, καὶ πολλῆς συγχύσεως τὰ πάντα ἐνέπλησας. Τοῦτο γάρ ἐστιν, ᾧ τῶν ἀλόγων διαφέρομεν, καὶ ᾧ τῶν θηρίων ἀμείνους ἐσμὲν, τῷ κακίαν καὶ ἀρετὴν εἰδέναι, καὶ τῷ ἐπιγινώσκειν τὸ πονηρὸν, καὶ τὸ καλὸν μὴ ἀγνοεῖν. Εἰ δὲ ἡμεῖς τοῦτο ἴσμεν νῦν, οὐχ ἡμεῖς δὲ μόνον, ἀλλὰ καὶ Σκύθαι καὶ βάρβαροι, πολλῷ μᾶλλον ὁ ἄνθρωπος τότε ἐκεῖνος πρὸ τῆς ἁμαρτίας τοῦτο ἐγνώκει· καὶ οὐκ ἂν ὁ τοσαύταις τιμηθεὶς τιμαῖς, οἷον τῷ κατ' εἰκόνα, τῷ καθ' ὁμοίωσιν, καὶ ταῖς λοιπαῖς εὐλογίαις, τοῦ κεφαλαίου τῶν ἀγαθῶν ἔρημος ἔμεινε. Τὸ γὰρ καλὸν καὶ πονηρὸν ἐκεῖνοι μόνοι ἀγνοοῦσιν, ὅσοι τῶν κατὰ φύσιν εἰσὶν ἀπεστερημένοι φρενῶν· ὁ δὲ Ἀδὰμ σοφίας πολλῆς ἐπεπλήρωτο, καὶ διαγνωστικὸς ἑκατέρων τούτων ἦν. Καὶ ὅτι σοφίας ἐπεπλήρωτο πνευματικῆς, ἄκουσον αὐτῆς τὴν ἀπόδειξιν. Ἤγαγε, φησὶ, πρὸς αὐτὸν ὁ Θεὸς τὰ θηρία, ἰδεῖν τί καλέσει αὐτά· καὶ εἴ τι ἐκάλεσεν αὐτὰ Ἀδὰμ, τοῦτο τὸ ὄνομα αὐτοῖς. Ἐννόησον τοίνυν πόσης ἐπέπληστο σοφίας, τοσούτοις γένεσιν, οὕτω ποικίλοις, καὶ παντοδαποῖς, τοῖς τῶν κτηνῶν, τοῖς τῶν ἑρπετῶν, τοῖς τῶν πτηνῶν προσηγορίας ἐπιθεῖναι, καὶ πάσας κυρίας, δυνηθείς. Οὕτω γὰρ ἀπεδέξατο τὴν θέσιν τῶν ὀνομάτων ὁ Θεὸς, ὡς μηκέτι κινῆσαι τὰς προσηγορίας ἐκείνας, μηδὲ ἁμαρτόντος αὐτοῦ θελῆσαι ἀνελεῖν τὰς ἐπωνυμίας αὐτῶν. Πᾶν γὰρ, φησὶν, ὃ ἐκάλεσεν αὐτὰ Ἀδὰμ, τοῦτο ὄνομα αὐτοῖς. βʹ. Οὗτος γοῦν ἠγνόει τί μὲν καλὸν, τί δὲ πονηρόν; Καὶ πῶς ἂν ἔχοι λόγον; Πάλιν ἤγαγε τὴν γυναῖκα πρὸς αὐτὸν, καὶ ἰδὼν αὐτὴν εὐθέως ἐπέγνω τὴν τῆς φύσεως κοινωνόν. Καὶ τί φησι; Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ἐπειδὴ γὰρ πρὸ βραχέος ἦν ὁ Θεὸς παραγαγὼν αὐτῷ τὰ ζῶα ἅπαντα, δεῖξαι βουλόμενος ὁ Ἀδὰμ, ὅτι τοῦτο τὸ ζῶον οὐχὶ ἓν ἐκείνων τῶν ζώων ἐστὶν, εἶπε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Τινὲς δὲ, ὅτι οὐχὶ τοῦτο μόνον αἰνίττεται, φασὶν, ἀλλὰ καὶ τὸν τρόπον τῆς δημιουργίας, καὶ ὅτι οὐκ ἔσται πάλιν τῇ γυναικὶ τοιοῦτος τῆς γενέσεως ὁ τρόπος, διὰ τοῦτο εἶπε· Τοῦτο νῦν· ὅπερ οὖν καὶ ἕτερος ἑρμηνευτὴς ἀκριβέστερον ἑρμηνεύων ἔλεγε, Τοῦτο ἅπαξ, ὡσανεὶ ἔλεγε, Νῦν μόνον γυνὴ γέγονεν ἐξ ἀνδρὸς μόνου· μετὰ δὲ ταῦτα οὐκέτι οὕτως ἔσται, ἀλλ' ἐξ ἀμφοτέρων· Ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ἐξ ὁλοκλήρου γὰρ τοῦ φυράματος ὁ Θεὸς λαβὼν κόμμα, οὕτω τὴν γυναῖκα ἔπλασεν, ἵνα κατὰ πάντα κοινωνῇ τῷ ἀνδρί. Αὕτη, φησὶ, κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς ἐλήφθη. Ὁρᾷς πῶς καὶ τὴν προσηγορίαν διὰ τοῦτο ἐπιτίθησιν, ἵνα ἡ προσηγορία διδάσκῃ τὴν κοινωνίαν τῆς φύσεως, καὶ ἡ διδασκαλία τῆς κατὰ τὴν φύσιν κοινωνίας, καὶ ὁ τῆς δημιουργίας τρόπος ὑπόθεσις ἀγάπης ᾖ διηνεκοῦς, καὶ σύνδεσμος 54.607 ὁμονοίας; Εἶτα τί φησιν; Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ. Οὐκ εἶπεν ἁπλῶς, ἑνωθήσεται, ἀλλὰ, Κολληθήσεται, τὴν ἀκριβῇ συνάφειαν δηλῶν· Καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὁ τοσαῦτα οὖν εἰδὼς, εἰπέ μοι, οὐκ ᾔδει τί μὲν καλὸν, τί δὲ πονηρόν; Καὶ πῶς ἂν ἔχοι λόγον; Εἰ γὰρ μὴ ᾔδει τί μὲν καλὸν, τί δὲ πονηρὸν πρὸ τοῦ φαγεῖν ἀπὸ τοῦ ξύλου, ἀλλὰ μετὰ τὴν βρῶσιν ἔμαθεν, ἡ ἁμαρτία γέγονεν αὐτῷ σοφίας διδάσκαλος, καὶ ὁ ὄφις οὐκέτι