1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

25

τὸν ἀδελφόν; τί δὲ καθιστᾷς ἐν ἐρημίᾳ; τί δὲ γυμνὸν ποιεῖς τῆς κηδεμονίας; τί πόῤῥω τῆς πατρικῆς ἀπάγεις ὄψεως; τί διακρύπτεις τὴν τόλμαν, εἰ μὴ δέδοικας τὴν ἁμαρτίαν; τί δὲ καὶ μετὰ τὸ ποιῆσαι τὸν φόνον, πάλιν ἐρωτώμενος δυσχεραίνεις καὶ ψεύδῃ; Τοῦ 54.611 γὰρ Θεοῦ εἰπόντος· Ποῦ Ἄβελ, ὁ ἀδελφός σου; εἶπας· Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου ἐγώ; Ὅθεν δῆλον ὅτι σαφῶς εἰδὼς ἦλθεν ἐπὶ τὴν ἐργασίαν ταύτην. Ὥσπερ οὖν οὗτος ᾔδει μὲν καὶ πρὸ τῆς πείρας ὅτι κακὸν ὁ φόνος, ἔμαθε δὲ σαφέστερον καὶ μετὰ ταῦτα, ὅτε τὴν τιμωρίαν ἐδέξατο, καὶ ἤκουσε· Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· οὕτω καὶ ὁ πατὴρ τούτου εἶχε τοῦ καλοῦ καὶ τοῦ κακοῦ καὶ πρὸ τοῦ φαγεῖν τὴν γνῶσιν, εἰ καὶ μὴ οὕτω σαφῆ, ὡς μετὰ τὴν τοῦ ξύλου βρῶσιν. Τί λέγω; Τὰ γὰρ κακὰ πάντες οἴδαμεν καὶ πρὶν ἢ πρᾶξαι, σαφέστερον δὲ μανθάνομεν μετὰ τὸ πρᾶξαι· πολλῷ δὲ σαφέστερον, ὅταν κολαζώμεθα. Οὕτω καὶ ὁ Κάϊν ᾔδει μὲν ὅτι κακὸν ἡ ἀδελφοκτονία καὶ πρὸ τούτου· ἔμαθε δὲ ὕστερον διὰ τῆς κολάσεως σαφέστερον· ἐπεὶ καὶ ἡμεῖς οἴδαμεν ὅτι καλὸν ἡ ὑγίεια, καὶ φορτικὸν ἡ νόσος καὶ πρὸ τῆς πείρας· πολλῷ δὲ μᾶλλον, ὅταν εἰς τὴν νόσον ἐμπέσωμεν, ἀμφοτέρων τὴν διαφορὰν γινώσκομεν. γʹ. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ Ἀδὰμ ᾔδει μὲν ὅτι καλὸν ἡ ὑπακοὴ, καὶ κακὸν ἡ παρακοή· ὕστερον δὲ σαφέστερον ἔμαθεν, ὅτε τοῦ ξύλου γευσάμενος ἐξεβλήθη τοῦ παραδείσου, καὶ τῆς μακαριότητος ἐκείνης ἐξέπεσεν. Ἐπεὶ οὖν εἰς τιμωρίαν ἐνέπεσεν, ὅτι, τοῦ Θεοῦ κωλύσαντος, ἐγεύσατο τοῦ ξύλου, ἡ τιμωρία αὐτὸν σαφέστερον ἐπαίδευσε διὰ τῆς πείρας, ὅσον κακὸν Θεοῦ παρακούειν, καὶ ὅσον ὑπακούειν καλόν· διὰ τοῦτο γνωστὸν καλοῦ καὶ πονηροῦ τὸ ξύλον καλεῖται. Καὶ τίνος ἕνεκεν, εἰ μὴ αὐτὴ ἡ φύσις τοῦ ξύλου τὴν γνῶσιν εἶχε τοῦ καλοῦ καὶ τοῦ πονηροῦ, ἀλλ' ἐκ τῆς τιμωρίας τῆς διὰ τὴν παρακοὴν τὴν ἐπὶ τῷ ξύλῳ σαφέστερον τοῦτο ἔμαθεν ὁ ἄνθρωπος, γνωστὸν καλοῦ καὶ πονηροῦ τὸ ξύλον καλεῖται; Ὅτι ἔθος τῇ Γραφῇ τοῦτο, ἐπειδὰν τὸ πρᾶγμα γένηται, ἢ ἐν τόποις, ἢ ἐν καιροῖς, ἀπὸ τῶν πραγμάτων καλεῖν καὶ τοὺς τόπους καὶ τοὺς καιρούς. Καὶ ἵνα σαφέστερον γένηται τὸ λεγόμενον, ἐπὶ ὑποδείγματος ὑμῖν τοῦτο ποιήσω φανερόν. Ὁ Ἰσαάκ ποτε φρέατα ὤρυξε· ταῦτα τὰ φρέατα ἐπεχείρησαν οἱ γείτονες διαφθεῖραι· ἐντεῦθεν ἐγένετό τις ἀπέχθεια, καὶ ἐκάλεσε τὸ φρέαρ Ἔχθραν· οὐκ ἐπειδὴ αὐτὸ τὸ φρέαρ ἤχθρανεν, ἀλλ' ἐπειδὴ περὶ αὐτὸ ἡ ἔχθρα γέγονεν. Οὕτω καὶ τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται, οὐκ ἐπειδὴ αὐτὸ εἶχε γνῶσιν, ἀλλ' ἐπειδὴ περὶ αὐτὸ ἐγένετο ὁ ἔλεγχος τῆς γνώσεως τοῦ καλοῦ καὶ τοῦ πονηροῦ. Πάλιν ὤρυξε φρέαρ ὁ Ἀβραὰμ, ἐπεβούλευσεν ὁ Ἀβιμέλεχ· συνῆλθον, κατέλυσαν τὴν ἔχθραν, καὶ ὅρκους δόντες ἀλλήλοις, ἐκάλεσαν τὸ φρέαρ ἐκεῖνο Φρέαρ ὅρκου· οὐκ ἐπειδὴ τὸ φρέαρ ὤμοσεν, ἀλλ' ἐπειδὴ περὶ τὸ φρέαρ ὁ ὅρκος ἐγένετο. Ὁρᾷς πῶς οὐχὶ τῶν πραγμάτων οἱ τόποι αἴτιοι γίνονται, εἰ καὶ τῶν πραγμάτων λαμβάνουσι τὰ ὀνόματα; Καὶ γὰρ πολλὴ ἀνάγκη παραγαγεῖν παραδείγματα, ὥστε σαφέστερον γενέσθαι τὸ λεγόμενον. Πάλιν εἶδεν ὁ Ἰακὼβ ἀγγέλους ἀπαντήσοντας αὐτῷ καὶ παρεμβολὴν Θεοῦ, καὶ ἐκάλεσε τὸν τόπον Παρεμβολήν. Καίτοι οὐχ ὁ τόπος ἦν ἡ παρεμβολὴ, ἀλλ' ὅμως ἐκλήθη ὁ τόπος Παρεμβολὴ, ἐπειδὴ ἐκεῖ εἶδε τὴν παρεμβολήν. Ὁρᾷς πῶς ἀπὸ τοῦ πράγματος τοῦ συμβάντος ἐν τῷ τόπῳ τὸν τόπον ὠνόμασεν; Οὕτω καὶ τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται, οὐκ ἐπειδὴ αὐτὸ εἶχε γνῶσιν καλοῦ καὶ πονηροῦ, ἀλλ' ἐπειδὴ περὶ αὐτὸ ἐγένετο ἡ ἀπόδειξις τῆς γνώσεως τοῦ καλοῦ καὶ τοῦ πονηροῦ, καὶ ἡ γυμνασία τῆς παρακοῆς καὶ τῆς ὑπακοῆς. Πά 54.612 λιν εἶδε τὸν Θεὸν ὁ Ἰακὼβ, ὡς ἰδεῖν ἀνθρώπῳ δυνατὸν ἦν, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος Θεοῦ. ∆ιὰ τί· Ὅτι εἶδον τὸν Θεὸν, φησί. Καὶ μὴν οὐχ ὁ τόπος εἶδος Θεοῦ ἦν, ἀλλ' ἀπὸ τοῦ πράγματος τοῦ συμβάντος ἐν τῷ τόπῳ ἡ προσηγορία γέγονεν. Ὁρᾷς διὰ πόσων ἀποδέδεικται, ὅτι ἔθος τῇ Γραφῇ