1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

33

ἡμετέραν κηδεμονίαν ἐπιτεῖναι σπουδάζων, ἵνα μετὰ λόγου γίνηται καὶ φιλοστοργίας. Ἐπεὶ καὶ ἡμεῖς πολλοὺς καὶ μακροὺς τῇ προτεραίᾳ κατ' αὐτῶν ἀπετείναμεν λόγους, καὶ οὐδὲ ἀνθρώπους αὐτοὺς εἶναι ἔφαμεν, καθάπερ μέμνησθε, κατηγόρους αὐτοῖς ἐπιστήσαντες δύο προφήτας τοὺς κορυφαίους· τὸν μὲν λέγοντα, Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος· τὸν δὲ καταβοῶντα πάλιν καὶ πυνθανόμενον· Πρὸς τίνα λαλήσω καὶ διαμαρτύρομαι; Ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Καὶ σφόδρα αὐτῶν διὰ τούτων καὶ τῶν τοιούτων ἐδάκομεν τὴν διάνοιαν. Ἀλλὰ νῦν αὐτοὺς πάλιν παρακαλοῦμεν· οὕτω γὰρ καὶ ὁ Παῦλος ἐκέλευσεν· Ἔλεγξον γὰρ, φησὶν, ἐπιτίμησον, παρακάλεσον. Οὔτε γὰρ τοῦτο ἀεὶ χρὴ ποιεῖν μόνον, οὔτε ἐκεῖνο μόνον, ἀλλ' ἑκάτερα μίξαντα ἀπηρτισμένην ἐργάζεσθαι τὴν ὠφέλειαν. Ἄν τε γὰρ διαπαντὸς ἐλέγχωμεν, ἀναισχυντοτέρους αὐτοὺς ἀπεργαζόμεθα· ἄν τε διαπαντὸς παρακαλῶμεν, ῥᾳθυμοτέρους ποιοῦμεν. ∆ιὰ τοῦτο καὶ ἰατροὶ οὐχὶ τέμνουσι μόνον, ἀλλὰ καὶ τραύματα ἐπιδεσμοῦσιν· οὐδὲ ἀεὶ φάρμακα πικρὰ ἐπιβάλλουσιν, ἀλλὰ καὶ προσηνῆ πολλάκις· δι' ἐκείνων μὲν τῶν προτέρων τὸ σεσηπὸς ἀποκαθαίροντες, διὰ τούτων δὲ τῶν δευτέρων τὴν ἐξ ἐκείνων ὀδύνην παραμυθούμενοι. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ φησιν ὁ Παῦλος· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς. Ἀρίστη παραίνεσις, ἀπηρτισμένη συμβουλὴ, πολλὴν ἔχουσα τὴν κηδεμονίαν, σπλάγχνα ἐνδεικνυμένη πατρικά· ὄντως τῆς Παύλου γλώττης τὰ ῥήματα, ἀδελφοί. Εὐθέως ἀπὸ τοῦ τῆς συγγενείας ὀνόματος πρὸς τὴν εὔνοιαν ἐπεσπάσατο τὸν ἀκροατήν. Τὰς αὐτὰς ὠδῖνας ἔλυσας αὐτῷ, τὰς αὐτὰς ἐτράφης τροφὰς, τὸν αὐτὸν ἔσχες πατέρα, ἐκοινώνησας αὐτῷ κατὰ τὸν τόκον τὸν πνευματικόν· τὴν συγγένειαν τοίνυν ταύτην καὶ ἐν τῇ τῶν πτωμάτων ἐπιδείκνυσο διορθώσει. Ἐὰν προληφθῇ. Οὐκ εἶπεν, Ἐὰν ἁμάρτῃ, ἀλλ' ἐπὶ εἶδος ἁμαρτίας κατέφυγε συγγνώμην ἔχον. Τὸ γὰρ, Ἐὰν προληφθῇ, τουτέστιν, ἐὰν ἐπηρεασθῇ, ἐὰν ἀπατηθῇ, οὐ τὸν ἐκ μελέτης 54.622 ἁμαρτήσαντα λέγων, ἀλλὰ τὸν σπουδάζοντα μὲν κατορθῶσαι, ὑπὸ περιστάσεως δὲ διαβολικῆς ὑποσκελιζόμενον. Ὁ γὰρ τοιοῦτος οὐ τοσοῦτον κατηγορίας ὅσον συγγνώμης ἐστὶν ἄξιος. Ἐὰν καὶ προληφθῇ ἄνθρωπος. Πάλιν ἐφ' ἕτερον εἶδος συγγνώμης κατέφυγε, τῆς φύσεως τὴν ἀσθένειαν, ἣν διὰ τῆς προσηγορίας ᾐνίξατο. Καθάπερ οὖν ὁ μέγας Ἰὼβ ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ συγγνώμην βουλόμενος, ἔλεγε· Τί ἐστιν ἄνθρωπος, ὅτι λογίζῃ αὐτὸν, καὶ ἐπισκοπὴν ἐποιήσω τῶν ἁμαρτημάτων αὐτοῦ; οὕτω καὶ ἡμεῖς ποιῶμεν, ὅταν τινὰ τῶν ἡμαρτηκότων ἐξαιτώμεθα, Ἄνθρωπός, ἐστι συνεχῶς λέγοντες, καὶ τῆς φύσεως ἀναμιμνήσκοντες, καὶ ταύτῃ πρὸς ἔλεον ἐφελκόμενοι τὸν ἀγανακτοῦντα. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἐπὶ τὴν φύσιν καὶ τὴν εὐτέλειαν αὐτῆς κατέφυγεν εἰπὼν, Ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι. Οὐχ ἁπλῶς τὰ μεγάλα λέγει ἁμαρτήματα, τὰ συγγνώμης μείζονα καὶ τὰ φιλανθρωπίας οὐκ ἄξια, ἀλλὰ τὰ μικρὰ καὶ κατεσταλμένα. Ὑμεῖς οἱ πνευματικοί. Ὁ μὲν ἁμαρτὼν, ἄνθρωπος, οἱ δὲ κατορθοῦντες, πνευματικοί. Ἐκεῖ τῆς φύσεως εἶπε τὸ ὄνομα, ἐνταῦθα τῆς ἀρετῆς ἔθηκε τὴν προσηγορίαν. Πολὺ δὲ τὸ μέσον τοῦ ἀνθρώπου καὶ τοῦ πνευματικοῦ. Ὑμεῖς οἱ πνευματικοί. Εἰ πνευματικὸς εἶ, δεῖξόν μοι τὴν ἰσχύν σου, μὴ ἀπὸ τῆς σῆς σωτηρίας, ἀλλὰ καὶ ἀπὸ τῆς ἐμῆς σωτηρίας, ἀλλὰ καὶ ἀπὸ τῆς βοηθείας τῆς εἰς τοὺς πεπτωκότας. Τοῦτο γὰρ πνευματικοῦ, μὴ περιορᾷν τὰ οἰκεῖα μέλη ἠμελημένα. Καταρτίζετε τὸν τοιοῦτον. Ἀχείρωτον ποιεῖτε, φησὶν, ἀκαταγώνιστον, ἄμαχον τῷ διαβόλῳ. Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. βʹ. Αὕτη μεγίστη συμβουλὴ, ἀναγκαστικὴ παραίνεσις. Κἂν λίθος ᾖ ὁ ἀκούων, ἱκανὸν αὐτὸν φοβῆσαι τὸ ῥῆμα, καὶ πρὸς ἀνάληψιν διεγεῖραι τοῦ πεπτωκότος. Οὐ