1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

38

ἐπαγγέλλεται τὸν οὐρανὸν, καὶ πρὸς τὴν γῆν κεχήναμεν. εʹ. Ταῦτα ἐκερδάναμεν ἀπὸ τοῦ Ἀβραὰμ ὀνόματος, μαθόντες διὰ τί περάτης ἐλέχθη, καὶ ὅτι τὴν οἰκείαν ἀφεὶς γῆν, πρὸς τὴν ἀλλοτρίαν μετέστη, καὶ τὰ δῆλα παραδραμὼν, πρὸς τὰ ἄδηλα ἔβλεπε, τὰ ἐν χερσὶ ῥίψας, ἐκεχήνει πρὸς τὰ ἐν ἐλπίσι, καὶ αἰσθητὰ λαβὼν, πρὸς τὰ νοητὰ ἀνετείνατο, καὶ ταῦτα πρὸ τῆς χάριτος, πρὸ τοῦ νόμου, πρὸ τῆς ἀπὸ τῶν προφητῶν διδασκαλίας. Ὅθεν δῆλον, ὡς οὐδένα ἔσχε καθηγητὴν, ἀλλ' ἤρκεσεν αὐτῷ ἡ φύσις τοὺς τοῦ συνειδότος κινήσασα λογισμοὺς, καὶ οὕτως εὗρε τὸν Θεὸν τὸν τοῦ παντὸς δημιουργόν· διὰ τοῦτο Ἄβραμ ἐλέγετο, διὰ τοῦτο καὶ οἱ γονεῖς αὐτῷ τὸ ὄνομα ἐπέθηκαν τοῦτο. Ἀλλὰ τάχα ἴσως εἴποι τις ἂν, ὅτι τοῦτο ψεῦδος. Μὴ γὰρ δίκαιοι ἦσαν οἱ γονεῖς τοῦ Ἀβραάμ; μὴ γὰρ εὐάρεστοι τῷ Θεῷ; μὴ γὰρ ᾔδεισαν τὰ μέλλοντα ἔσεσθαι; μὴ γὰρ προεώρων τὴν ὑπόσχεσιν τὴν παρὰ τοῦ ∆εσπότου μέλλουσαν ῥηθήσεσθαι; οὐχὶ ἀσεβεῖς ἦσαν καὶ εἰδωλολάτραι, βαρβάρων βαρβαρικώτατοι; Οἶδα κἀγὼ, καὶ διὰ τοῦτο ἐπαινῶ τὸν δίκαιον, ὅτι τοιούτους ἔχων πατέρας, τοιοῦτος αὐτὸς ἐγένετο. Καὶ τὸ θαυμαστὸν καὶ παράδοξον τοῦτό ἐστιν, ὅτι ἐξ ἀλλοτρίας ῥίζης καὶ ἀγρίας ἥμερος ἠνέχθη καρπός. Οὐ γάρ ἐστι κατηγορία παίδων ἐν εὐσεβείᾳ ζώντων ἡ τῶν πατέρων κακία, ἀλλ' εἰ χρή τι θαυμαστὸν εἰπεῖν, καὶ ἐγκώμιον μᾶλλον, ὅτι μὴ παρὰ προγόνων δεξάμενοι τὴν εὐσέβειαν, μηδὲ τοὺς χειραγωγοῦντας ἔχοντες, ἀλλ' ὥσπερ ἐν ἐρήμῳ καὶ ἀβάτῳ ὁδεύοντες, ἠδυνήθησαν τὴν ὁδὸν τὴν εἰς τὸν οὐρανὸν φέρουσαν εὑρεῖν. Οὐ τοίνυν κατηγορία ἀσεβῆ πατέρα ἔχειν, ἀλλὰ μιμεῖσθαι τὴν ἀσέβειαν τοῦ πατρός· καὶ ἔγκλημα μέγιστον, οὐχ ὅταν φαύλους ἔχωμεν γονεῖς. ἀλλ' ὅταν αὐτῶν μὴ ἐπιμελώμεθα, καὶ τὰ παρ' ἑαυτῶν πάντα εἰσφέρωμεν πρὸς τὸ τῆς κακίας αὐτοὺς ἀπαλλάξαι ταύτης. Ὡς ὅταν ἡμεῖς μὲν πάντα ἐπιδειξώμεθα περὶ τὴν ἐκείνων ψυχὴν, ἐκεῖνοι δὲ ἐπὶ τῆς αὐτῶν μένωσι πονηρίας, πάσης μέμψεως ἀπηλλάγμεθα καὶ αἰτίας. Ταῦτα δὲ εἶπον, ἵνα μὴ αἰσχυνθῇς, ἀγαπητὲ, ὅταν ἀκούσῃς, ὅτι πατέρα ἀσεβῆ ἔσχεν ὁ Ἀβραάμ. Καὶ γὰρ ὁ Τιμόθεος ἀσεβῆ πατέρα εἶχεν· Υἱὸς γὰρ Ἰουδαίας γυναικὸς 54.628 ἦν, φησὶ, πιστῆς μητρὸς, πατρὸς δὲ Ἕλληνος. Καὶ ὅτι ἔμεινεν ἐν ἀσεβείᾳ καὶ οὐ μετεβάλλετο ὁ πατὴρ, δῆλον ἐκεῖθεν· ἐπαινῶν γὰρ τοῦ Τιμοθέου τὴν πίστιν, οὕτω φησὶν ὁ Παῦλος· Ἥτις ἐνῴκησεν ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ τῇ μητρὶ Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Καὶ οὐδαμοῦ τοῦ πατρὸς τὸ ὄνομα. ∆ιὰ τί; Ὅτι ἐν τῇ ἀσεβείᾳ ἔμεινεν, οὐκ ἦν ἄξιος ἀριθμεῖσθαι μετὰ τοῦ παιδός. Καὶ οἱ ἀπόστολοι δὲ πονηροὺς ἔσχον πατέρας, καὶ τοῦτο ἐδήλωσεν ὁ Χριστὸς εἰπών· Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; ∆ιὰ τοῦτο αὐτοὶ ἔσονται κριταὶ ὑμῶν. Ἀλλὰ μή σε θορυβείτω τοῦτο, μηδὲ σκανδαλιζέτω. Καὶ γὰρ ἐκ τούτου μανθάνομεν, ὅτι οὐ φύσεως, ἀλλὰ προαιρέσεως ἡ κακία καὶ ἡ ἀρετή. Εἰ γὰρ φύσεως ἦν, πάντως ἂν οἱ πονηροὶ πονηροὺς ἔτεκον, καὶ οἱ χρηστοὶ τοιούτους· ἐπειδὴ δὲ προαιρέσεώς ἐστι τὸ φαῦλον εἶναι καὶ σπουδαῖον, διὰ τοῦτο καὶ πατέρων πονηρῶν παῖδες ἐγένοντο χρηστοὶ, καὶ παίδων ῥαθύμων πατέρες σπουδαῖοι πολλάκις, ἵνα μὴ τῇ φύσει, ἀλλὰ τῇ γνώμῃ πανταχοῦ ταῦτα ἑκάτερα λογιζώμεθα. Ἀλλ' ὅπερ ἔλεγον, ὅτι ἀσεβεῖς ὄντες οἱ γονεῖς τοῦ Ἀβραὰμ, πῶς τὸ ὄνομα αὐτῷ ἐπέθηκαν τοῦτο; Τῆς τοῦ Θεοῦ σοφίας μάλιστα ἔργον καὶ τοῦτο ἦν διὰ ἀπίστου γλώττης οἰκονομήσαντος ἐπιτεθῆναι ὄνομα, τῶν μελλόντων ἔχον τὴν ἱστορίαν. Καὶ γὰρ τὸν Βαλαὰμ ἠνάγκασέ ποτε τὰ μέλλοντα εἰπεῖν, τὴν οἰκείαν δύναμιν ἐπιδεικνύμενος, καὶ δηλῶν ὅτι οὐχὶ ἐν τοῖς οἰκείοις μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀλλοτρίοις κρατεῖν δύναται. Καὶ ἵνα μάθῃς, ὅτι ἐπὶ τῶν δικαίων, κἂν μὴ εὐσεβεῖς ὦσιν οἱ πατέρες, πολλάκις οὐκ εἰδότες ἐπιτιθέασιν ὀνόματα πολλὴν τῶν μελλόντων δηλοῦντα τὴν οἰκονομίαν, καὶ ἐξ ἑτέρου σοι παραδείγματος τοῦτο ποιήσω φανερόν. Ὁ Λάμεχ ὁ τοῦ