1

 2

 3

 4

 5

 6

 7

 8

3

γράμματα παράγων εἰς μέσον, ἀλλ' αὐτοῖς ἡμᾶς τοῖς τῶν καταδίκων ἐφιστῶν ἁμαρτήμασιν.

δʹ. Ὅτε γοῦν τοὺς χαλεποὺς κεραυνοὺς κατὰ τῶν Σοδομιτῶν ἀφεῖναι

ἤμελλε, καὶ δήμους καὶ πόλεις ἀναρπάζειν ἐκ μέσου τῆς χώρας διὰ τῆς φοβερᾶς φλογὸς ἐκείνης, ὅτε τὸν καινὸν καὶ παράδοξον ὑετὸν ἐπὶ τὴν γῆν ἠφίει, τοῦ προτέρου φρικωδέστερον ὄντα, ὃν πρῶτον καὶ μόνον ἥλιος ἐπεῖδεν· ἐπεὶ τοιοῦτον πρὶν ἢ τὴν κόλασιν ταύτην ἐπαγαγεῖν, ἔδειξε τῶν μελλόντων κολάζεσθαι τὴν πονηρίαν ἡμῖν, οὐχὶ γράμματα ἀναγινώσκων, καθάπερ ἔφην, ἀλλ' αὐτὰ εἰς μέσον παραγαγὼν τὰ ἁμαρτήματα. ∆ιὰ τοῦτο γοῦν ἔπεμψε τοὺς ἀγγέλους, οὐχ ἵνα τὸν Λὼτ ἐξαγάγωσι μόνον, ἀλλ' ἵνα σοι δείξωσι τὴν παρανομίαν ἐκείνων· ὃ δὴ καὶ γέγονεν. Ἐπειδὴ γὰρ αὐτοὺς ὁ Λὼτ ὑπεδέξατο, τὴν οἰκίαν ἐπολιόρκουν τοῦ ξενοδόχου πάντες, περιιστάντες κύκλῳ. Ἐστρατήγει δὲ τῆς πολιορκίας ἄτοπος ἔρως, καὶ μίξεως ἐπιθυμία παρανόμου, καὶ ἡλικίας καὶ φύσεως ὅρους ὑπερβαίνουσα. Οὐδὲ γὰρ νεανίσκοι περιέστησαν μόνον, ἀλλ' ἤδη καὶ πρεσβῦται· καὶ οὐδὲ ἡ πολιὰ τὴν λύτταν κατέπαυσεν, οὐδὲ τὸ γῆρας 51.341 τὴν μανίαν ἔσβεσεν, ἀλλ' ἦν ἰδεῖν ἐν λιμένι ναυάγιον, ἐν γήρᾳ παράνομον ἐπιθυμίαν. Καὶ οὐδὲ ἐνταῦθα ἔστησαν τῆς παρανομίας, ἀλλὰ τοῦ Λὼτ ὑποσχομένου τὰς ἑαυτοῦ παραδώσειν θυγατέρας, οὐδὲ οὕτως ἀφίσταντο, ἀλλ' ἐπέκειντο, λέγοντες μὴ πρότερον ἀποστήσεσθαι, ἕως ἂν τοὺς ἄνδρας λάβωσι· καὶ μεγάλα ἠπείλουν δώσειν κακὰ τῷ τὰς ἑαυτοῦ θυγατέρας ὑποσχομένῳ δώσειν διὰ τὴν εἰς τοὺς ξένους τιμήν.

Εἶδες πῶς πανταχόθεν ἔδειξε τῶν Σοδομιτῶν τὴν κακίαν, καὶ τότε τὴν τιμωρίαν ἐπήγαγεν; Ἵνα γὰρ μὴ μετὰ ταῦτα ὁρῶν κολαζομένους αὐτοὺς κατακλασθῇς διὰ τὸ μέγεθος τῆς συμφορᾶς, μηδὲ μετ' ἐκείνων ἐγκαλῇς τῷ Θεῷ, ἀλλὰ μετὰ τοῦ Θεοῦ κατακρίνῃς ἐκείνους, προλαβὼν τῇ τῆς πονηρίας ἀποδείξει, πάντα προανήρπασεν αὐτῶν τὸν ἔλεον, τῆς πρὸς αὐτοὺς συμπαθείας ἀπαγαγὼν ἡμᾶς. Ὃ δὴ καὶ νῦν ἐπὶ τοῦ προφήτου πεποίηκεν. Ἵνα μὴ θεωρῶν ὑπὸ τοῦ λιμοῦ διαφθειρομένους τοὺς Ἰουδαίους ἀλγῇς, δείκνυσί σοι τὴν ἀπανθρωπίαν αὐτῶν καὶ τὴν ὠμότητα, καὶ τῆς φιλοξενίας τὴν σπάνιν. Οὐ γὰρ δὴ μόνον οὐχ ὑπεδέξαντο τὸν προφήτην, ἀλλὰ καὶ ἀποκτείνειν ἠπείλουν· καὶ τοῦτο δῆλον ἐκ τῶν Θεοῦ ῥημάτων. Οὐ γὰρ εἶπεν, Ἀναχώρησον, μόνον, ἀλλὰ καὶ, Κρύβηθι. Οὐκ ἀρκεῖ γάρ σοι πρὸς σωτηρίαν ἡ φυγὴ, ἀλλὰ δεῖ καὶ λαθεῖν μετὰ πολλῆς τῆς ἀκριβείας· δῆμος γάρ ἐστιν Ἰουδαϊκὸς, δῆμος αἱμάτων διψῶν προφητικῶν, καὶ ταῖς τῶν ἁγίων ἐμμελετήσας σφαγαῖς· ἀπὸ τῶν προφητικῶν αἱμάτων ἀεὶ τὰς ἑαυτῶν ᾕμαξαν δεξιάς. Καὶ, ὅτε μὲν ἐκ τῆς Ἰουδαίας αὐτὸν ἐξέπεμψεν, Ἄπελθε καὶ κρύβηθι, φησίν· ὅτε δὲ πρὸς τὴν χήραν ἀπέστελλεν, Ἐγὼ, φησὶν, ἐντελοῦμαι αὐτῇ. Ὁρᾷς πῶς ἐκεῖθεν μὲν φεύγοντα μετὰ πολλῆς ἀσφαλείας τοῦτο ποιῆσαι προστάττει· ἐνταῦθα δὲ καταφεύγοντα μετὰ πολλῆς παῤῥησίας καὶ τοῦ θάῤῥους ἀπιέναι κελεύει;

εʹ. Οὐ τοῦτο δὲ μόνον, ἀλλά τι καὶ ἕτερον ᾠκονόμηται διὰ τῆς τοῦ προφήτου

πρὸς τὴν χήραν παρουσίας. Ἵνα γὰρ μὴ μετὰ ταῦτα ὁρῶντές τινες τὸν Χριστὸν μετὰ τὰς πολλὰς καὶ ἀφάτους εὐεργεσίας τὰς ἐπὶ τῆς Ἰουδαίας, μετὰ τοὺς μυρίους νεκροὺς, οὓς ἀνέστησε, μετὰ τοὺς τυφλοὺς, οὓς ἀναβλέψαι ἐποίησε, μετὰ τοὺς λεπροὺς, οὓς ἐκάθηρε, μετὰ τοὺς δαίμονας, οὓς ἀπήλασε, μετὰ τὴν θαυμαστὴν καὶ σωτήριον διδασκαλίαν, παρὰ μὲν τῶν εὐεργετηθέντων ἐλαυνόμενον, παρὰ δὲ τῶν ἐν τοῖς ἔθνεσι τιμώμενον, οὐδὲν τοιοῦτον εἰδότων οὔτε ἀκηκοότων, θαυμάζωσι, διαπορῶσι, καὶ ἄπιστον τὸ πρᾶγμα εἶναι νομίζωσιν· ἄνωθεν καὶ πρὸ πολλοῦ τοῦ χρόνου διὰ τῶν δούλων τὴν Ἰουδαϊκὴν ἀγνωμοσύνην διδάσκει, καὶ τῶν ἐθνῶν φιλοφροσύνην ἡμᾶς παιδεύει. Οὕτω γοῦν τὸν Ἰωσὴφ, οὓς παρεγένετο θρέψων