1

 2

 3

 4

 5

 6

 7

 8

5

οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ. Τίνος οὖν ἕνεκεν οὐ καυχᾶσαι; Φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούσῃ τι ἐξ ἐμοῦ. Ἵνα οὖν μὴ καὶ ἐπὶ τοῦ προφήτου τοιοῦτόν τι συμβῇ (εἰ γὰρ καὶ Ἠλίας ἦν, ἀλλ' ἄνθρωπος ἦν), ἐγκατέμιξε θαύματι τὸ τῆς φύσεως ἐλάττωμα. ∆ιὰ τοῦτο ὁ τῶν οὐρανῶν κρατήσας, τῆς πείνης οὐκ ἐκράτησεν· ὁ τὰς ὠδῖνας τῆς γῆς ἐπισχὼν, τῆς γαστρὸς τὴν ἀνάγκην ἐπισχεῖν οὐκ ἴσχυσεν, ἀλλὰ χήρας ἐδεῖτο γυναικὸς, ἵνα μάθῃς καὶ τὴν θείαν χάριν, καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν. Οὐκ εἰς τοῦτο δὲ μόνον ὠφέλει τὸ συμβὰν, ἀλλὰ καὶ εἰς ἕτερον οὐκ ἔλαττον τούτου. Ποῖον δὴ τοῦτο; Ἵν' ὅταν σε παρακαλῇ τις πρὸς τὸν τοῦ προφήτου ζῆλον, μὴ καταπέσῃς, μηδὲ ἀπογνῷς νομίζων ἑτέρας εἶναι τὸν ἄνθρωπον φύσεως, καὶ διὰ τοῦτο τοσαύτην πρὸς τὸν Θεὸν ἐσχηκέναι τὴν παῤῥησίαν. Ὅπερ οὖν καί τις ᾐνίξατο εἰπών· Ἠλίας ὁμοιοπαθὴς ἡμῖν ἦν ἄνθρωπος· μονονουχὶ λέγων, Μὴ νομίσῃς ἀδύνατον εἶναι πρὸς τὴν αὐτὴν ἐκείνῳ φθάσαι τῆς φιλοσοφίας τὴν κορυφήν· καὶ γὰρ καὶ ἐκεῖνος τῆς αὐτῆς ἐκοινώνησε φύσεως. Ἀλλ' ὅμως ἡ θαυμαστὴ καὶ θεία προαίρεσις πολὺ τῶν ἄλλων αὐτὸν ὑψηλότερον ἔδειξεν.

ζʹ. Ἀλλὰ καιρὸς λοιπὸν πρὸς τὴν χήραν ἐπανελθεῖν. Ἦλθε, φησὶν, εἰς

Σαρεφθὰ τῆς Σιδῶνος, καὶ εὗρε γυναῖκα χήραν συλλέγουσαν ξύλα. Ἄξια τῆς ἔνδον πενίας τέως τὰ προπύλαια. Τί οὖν; ἀπετράπη τοιαῦτα τῆς φιλοξενίας ἰδὼν τὰ προοίμια; Οὐδαμῶς· θείας γὰρ ἦν ἀκηκοὼς ἀποφάσεως· ἀλλ' ἐβόησεν ὀπίσω αὐτῆς, καὶ εἶπε, Λάβε δή μοι ὕδωρ, καὶ ἐπορεύθη λαβεῖν. Ὄντως γενναία καὶ φιλόσοφος ἡ γυνὴ, καὶ εἰ μὴ τολμηρὸν εἰπεῖν, καὶ αὐτῆς τοῦ προφήτου μεγαλοψυχίας ἀξία· μᾶλλον δὲ οὐ τολμηρὸν εἰπεῖν· εἰ γὰρ μὴ ἦν ἀξία, οὐκ ἂν ὑποδέξασθαι κατηξιώθη τὸν ἅγιον ἐκεῖνον. Καθάπερ ὁ Χριστός φησι πρὸς τοὺς μαθητάς· ὅτι Εἰς ἣν δὲ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐρωτήσατε τίς ἄξιος ἐν αὐτῇ, κἀκεῖ μείνατε· οὕτω καὶ ἐνταῦθα ὁ Θεὸς, ἐπειδὴ μάλιστα πάντων ἀξίαν ᾔδει τὴν γυναῖκα τοῦ δέξασθαι τὸν προφήτην, διὰ τοῦτο τὰς ἄλλας πάσας ἀφεὶς, ἐκεῖσε αὐτὸν ἔπεμψε. Πλὴν ἀλλὰ καὶ δι' αὐτῶν τῶν πραγμάτων ἴδωμεν αὐτῆς τὴν εὐγένειαν. Λάβε δή μοι, φησὶν, ὕδωρ εἰς ἄγγος. Πολλὴ ἡ φιλοφροσύνη τῆς γυναικός. Ὅτι γὰρ ἀπεκρίνατο, ὅτι λόγου μετέδωκεν, ὅτι μὴ κατασχοῦσα αὐτὸν τὴν πόλιν ἅπασαν ἐκάλεσε πρὸς τὴν τιμωρίαν τῆς θείας ἐκείνης κεφαλῆς, οὐκ ἄξιον ἐκπλήττεσθαι καὶ θαυμάζειν; Καὶ γὰρ ὅτι εἰκὸς ἦν τοῦ λιμοῦ τὴν ἀνάγκην πρὸς ταύτην ἐξαγαγεῖν τὴν ὀργὴν τὸ γύναιον, ἐξ Ἰουδαϊκοῦ παραδείγματος μάνθανε. Ὁ Ἐλισσαῖος, ὁ μαθητὴς τοῦ Ἠλίου, ὁ διπλοῦς Ἠλίας (ἐν γὰρ τῷ μαθητῇ διπλοῦν τὸν διδάσκαλον ἦν ἰδεῖν), προεφήτευσε μετὰ ταῦτα λιμόν· οὐχὶ αὐτὸς ἐπήγαγε, καθάπερ Ἠλίας, ἀλλὰ μέλλοντα ἥξειν προεῖπε. Τί οὖν ὁ βασιλεὺς, ὁ κατ' ἐκείνους τοὺς χρόνους βασιλεύων; Περιεβάλλετο σάκκον, φησί· καὶ γὰρ ἐταπείνωσεν αὐτὸν ἡ συμφορά· ἀλλ' ὅμως οὕτω ταπεινωθεὶς, ἀκούσας γυναικὸς ὀδυρομένης τινὸς ἐπὶ 51.344 συμβᾶσι διὰ τὸν λιμὸν, εἰς τοσαύτην ἐξηνέχθη τότε ὀργὴν, ὡς ἀναβοῆσαι εὐθέως καὶ εἰπεῖν, Τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ἐλισσαίου υἱοῦ Σαφὰτ ἐπ' αὐτὸν σήμερον. Εἶδες τοῦ βασιλέως τὴν ὀργήν; Μάθε τῆς γυναικὸς τὴν φιλοσοφίαν· αὕτη γὰρ οὐχὶ τὸν προειπόντα λιμὸν, ἀλλὰ τὸν ἐπαγαγόντα εὑροῦσα, καὶ τῆς πόλεως οὖσα ἐγγὺς, οὐκ ἠγανάκτησεν, οὐκ ἠγρίανεν, οὐχ ἑτέρους πρὸς τιμωρίαν ἐκάλεσεν, ἀλλὰ καὶ μετὰ πολλῆς ὑπήκουσε τῆς ἐπιεικείας.

ηʹ. Ἴστε δὲ ὅτι ἐπειδὰν περί τινα χρείαν ὦμεν ἠσχολημένοι, οὐδὲ τοὺς

ἐπιτηδείους πολλάκις ὁρῶμεν ἡδέως, ἀλλὰ καὶ πρὸς αὐτοὺς δυσχεραίνομεν· ὅταν δὲ θλῖψις τοσαύτη παρῇ, καὶ αὐτὸ τὸ φῶς ἐνοχλεῖν ἡμῖν δοκεῖ· καὶ τοῦτο πάλιν ἐξ Ἰουδαϊκοῦ μαθεῖν ἔστι παραδείγματος. Ὅτε γοῦν ἦλθεν ὁ Μωϋσῆς τὰ μυρία τοῖς Ἰουδαίοις ἀπαγγέλλων ἀγαθὰ, τυραννίδος ἀπαλλαγὴν, ἐλευθερίαν, καὶ πρὸς τὴν