1

 2

 3

 4

 5

 6

 7

 8

7

ἔδοξε τοῦτο εἶναι καὶ θαυμαστόν. Καὶ γὰρ ὄντως ἐστὶ μέγα· τὸ δὲ τῆς χήρας ταύτης πολὺ τούτου μεῖζον. Ἐκεῖνος μὲν γὰρ ἑαυτὸν γυμνώσας, καὶ τὸν γυμνὸν περιβαλὼν, ἔσχε παρ' ἑτέρου λαβεῖν ἱμάτιον· αὕτη δὲ τὴν δράκα τοῦ ἀλεύρου προϊεμένη, οὐκ ἴσχυσε δράκα ἑτέραν λαβεῖν· οὐδὲ μέχρι γυμνότητος ἦν ὁ κίνδυνος αὐτῇ, ἀλλὰ μετ' ἐκεῖνο θάνατος προσεδοκᾶτο καὶ αὐτῆς καὶ τῶν παίδων. Ὅταν οὖν μήτε πενίας, μήτε παιδοτροφίας ἐπιμέλεια κωλύσῃ, μήτε λιμὸς χαλεπὸς, μήτε πτωχεία τοσαύτη, μήτε θάνατος προσδοκώμενος, ποίαν ἕξομεν ἀπολογίαν οἱ εὔποροι; ποίαν οἱ πένητες; Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ ἰδοὺ συλλέγω δύο ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὰ τοῖς τέκνοις μου, καὶ φαγόμεθα, καὶ ἀποθανούμεθα. Ταύτην ἕκαστος τὴν ἐλεεινὴν, μᾶλλον δὲ ἕκαστος ταύτην τὴν μακαρίαν φωνὴν καὶ τῶν οὐρανῶν ἀξίαν ἐν τοῖς τοίχοις τῆς οἰκίας ἐγγραφέτω τῆς ἑαυτοῦ, ἐν τῷ θαλάμῳ, ἐν ᾧ ἂν καθεύδωμεν, ἐν τῷ οἴκῳ, ἐν ᾧ ἀριστοποιούμεθα.

Ταύτην ἐπὶ τῆς οἰκίας, ταύ 51.346 την ἐπὶ τῆς ἀγορᾶς, ταύτην ἐν τοῖς συλλόγοις τῶν φίλων, ταύτην εἰς δικαστήριον ἀπιὼν, ταύτην εἰσιὼν, ταύτην ἐξιὼν ἕκαστος μελετάτω τὴν φωνήν· καὶ σφόδρα ἂν ἰσχυρισαίμην, ὅτι οὐδ' ἂν εἰ λίθινός τις εἴη, καὶ σιδηροῦς, καὶ ἀδάμας, ἀνέξεται προσελθόντα πένητα κεναῖς ἀποπέμψαι χερσὶν, ἂν τὴν φωνὴν ἐγγράψῃ ταύτην, ἂν τὴν χήραν πρὸ τῶν ὀφθαλμῶν ἔχῃ. Ἀλλ' ἴσως ἐκεῖνο ἐρεῖ τις· Ἄγε κἀμοὶ προφήτην, καὶ μετὰ τῆς αὐτῆς εὐνοίας ὑποδέξομαι. Ὑπόσχου τοῦτο, καὶ ἄγω σοι τὸν προφήτην. Καὶ τί λέγω τὸν προφήτην; Αὐτὸν ἄγω σοι τὸν τοῦ προφήτου ∆εσπότην, τὸν κοινὸν ἡμῶν Θεὸν καὶ Κύριον τὸν Χριστόν. Αὐτὸς γάρ φησιν, ὅτι Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Εἰ δὲ ἀπιστοῦσί τινες τῇ φωνῇ, καὶ τῆς φιλοφροσύνης ἀμελοῦσι, μαθήσονται τότε διὰ τῆς κολάσεως καὶ τῆς τιμωρίας τοῦτο. Ὥσπερ γὰρ αὐτοῦ τοῦ Χριστοῦ παραμελήσαντες, οὕτω πρὸς ἀφόρητον ἀπελεύσονται κόλασιν. Οὕτως οὖν οἱ τοὺς πτωχοὺς τρέφοντες καθάπερ αὐτὸν τὸν Χριστὸν θεραπεύσαντες, εἰς τὴν τῶν οὐρανῶν εἰσάγονται βασιλείαν. ιʹ. Τάχα πλείω τοῦ δέοντος τὰ εἰρημένα. Εἴθε μὲν οὖν πάσας τὰς ἡμέρας ἐνδιατρίβειν ἦν τοῖς περὶ τῆς ἐλεημοσύνης λόγοις. Εἰ δὲ ἀρκούντως ὑμῖν ἔχειν ταῦτα δοκεῖ, φέρε αὐτὰ ἀνακεφαλαιωσώμεθα πάντα. Εἶπον τίνος ἕνεκεν ὁ προφήτης πρὸς τὴν χήραν ἀπεστέλλετο, ἵνα μὴ μακαρίζῃς πενίαν, ἵνα μὴ θαυμάζῃς πλοῦτον, ἵνα μὴ τὸν εὔπορον ζηλωτὸν εἶναι νομίζῃς, ἵνα μὴ τὸν ἐν πτωχείᾳ ζῶντα ἄθλιον καὶ ἐλεεινὸν, ἵνα μάθῃς τὴν Ἰουδαϊκὴν πονηρίαν. Ἔθος γὰρ τῷ Θεῷ μέλλοντι κολάζειν, καὶ ἡμῖν ἀπολογεῖσθαι διὰ τῶν πραγμάτων αὐτῶν· ἵνα μὴ μετὰ ταῦτα ἰδὼν τὸν κοινὸν ἁπάντων Σωτῆρα παρὰ μὲν ἐκείνων ἐλαυνόμενον, παρὰ δὲ τῶν ἐθνῶν ὑποδεχόμενον, θαυμάζῃς καὶ διαπορῇς, ἄνωθεν αὐτῶν τὴν ἀγνωμοσύνην καταμαθὼν, καὶ ὡς ἔθος αὐτοῖς τοὺς εὐεργέτας ἐλαύνειν· ἵνα μὴ νομίσῃς ὠμότητος εἶναι τοῦ προφήτου τὴν εὐχὴν, καὶ τὴν τῆς τιμωρίας παράτασιν, ἀλλὰ ζήλου θείου καὶ κηδεμονίας· ἵνα μάθῃς ὅτι ἐν τοῖς μεγίστοις κατορθώμασι καὶ σωφρονισμοῦ ἡμῶν ἡ φύσις δεῖται· ἵνα μὴ παρακαλούμενος εἰς τὸν αὐτὸν τοῦ προφήτου ζῆλον, ἀδύνατον εἶναι νομίσῃς τὴν μίμησιν. Εἶπον περὶ τῆς χήρας, πῶς ἐν τοσαύτῃ στενοχωρίᾳ οὖσα, τοῦ λιμοῦ καταναγκάζοντος, οὐδὲ ῥῆμα πικρὸν πρὸς τὸν προφήτην ἐξέβαλε, καίτοι γε εἰκὸς ἦν· καὶ ἔδειξα καὶ τοῦτο ἐκ τῶν Ἰουδαϊκῶν φρονημάτων· ἀλλ' οὐδὲν τοιοῦτον ἔπαθεν ἐκείνη, ἀλλὰ μετὰ πάσης αὐτὸν ἐδέξατο φιλοφροσύνης, καὶ τὴν πενίαν ἅπασαν εἰς τὴν ἐκείνου τιμὴν ἐκένωσε, καὶ Σιδωνία οὖσα καὶ ἀλλόφυλος, καὶ οὔτε τῶν προφητῶν φιλοσοφούντων περὶ ἐλεημοσύνης ἤκουσεν, οὔτε τοῦ Χριστοῦ λέγοντος, Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Τίς οὖν ἡμῖν ἔσται συγγνώμη, εἰ μετὰ τοιαύτας παραινέσεις, εἰ μετὰ τοιούτων ἐπάθλων ὑπόσχεσιν, εἰ μετὰ τὴν βασιλείαν τῶν οὐρανῶν, μὴ φθάσαιμεν πρὸς τὸ αὐτὸ τῇ χήρᾳ τῆς φιλοφροσύνης μέτρον; Ἐκείνη μὲν γὰρ καὶ Σιδωνία ἦν, καὶ ἀλλόφυλος, καὶ γυνὴ