1

 2

 3

3

πλοκάμους τῷ ἀέρι διέῤῥιπτον, τοὺς ὀφειλομένους κρύπτεσθαι μαστοὺς ἐδημοσίευον, τὸ στῆθος λίθοις κατήρασσον, τὰς παρειὰς ὡς δήμιοι κατέξεον, τὸν οὐρανὸν ὡς σιωπῶντα κριτὴν ἐμαρτύροντο, ἐντυχίαν ἐποιοῦντο πρὸς τὸν τῶν ὅλων κριτὴν καὶ ∆εσπότην, λέγοντες· Τίς ἡ τοσαύτη τοῦ βασιλέως ὠμότης, ∆έσποτα;

Ἐν τοῖς σοῖς ἐκεῖνος πλάσμασι διαπράττεται· σὺ ἐδημιούργησας, ἐκεῖνος κατασφάττων οὐ παύεται· σὺ εὐχαρίσω, ἐκεῖνος ζημιοῖ. ∆ιὰ τί δὲ καὶ ἄῤῥενας ἐτέκομεν, εἰ οὕτω τῶν ἀῤῥένων πικρὸς ὁ θάνατος; Εἰ σὸν τὸ πρόσταγμα, καὶ ἡμᾶς αὐτὰς συναποθανεῖν κέλευσον· εἰ δὲ τοῦ παρανόμου βασιλέως τὸ ἐγχείρημα καὶ πρόσταγμα, τί θᾶττον αὐτὸν οὐ μετέρχῃ; Ἀλλ' εἰκὸς μὲν τὰς μητέρας ὑπὸ τοῦ πάθους δακνομένας ταῦτα βοᾷν, μὴ εἰδυίας τὸ συμφέρον τοῖς αὐτῶν νεοττοῖς. Τί δὲ μακαριώτερον τῶν διὰ τὸν ∆εσπότην Χριστὸν ἐπιβουλευομένων; τί μακαριώτερον τούτων τῶν παίδων, ὅτι οὐ δι' ἑαυτῶν ἐσφάζοντο μόνον, ἀλλὰ καὶ ὡς αὐτὸς ὁ Χριστὸς ἐφονεύετο;

Ὄντως εὔκαιρον εἰπεῖν πρὸς τὰς μητέρας τὸ τοῦ Κυρίου ῥητόν· Μὴ κλαίετε, μητέρες, μὴ κλαίετε· πρὸς ὀλίγον τοὺς ὑμετέρους κόλπους ἐζημίωσαν, ἀλλὰ τοὺς Ἀβραμιαίους κόλπους ἐκληρονόμησαν. Μὴ κλαίετε, μητέρες, μὴ κλαίετε· μηδὲ κωλύετε τὰ νήπια ἔρχεσθαι πρός με· Τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.