119
τούτοις; Ὁ ἄνωθεν ἐρχόμενος, λέγων, ἐπάνω πάντων ἐστίν· ὁ ἐκ τῆς γῆς ὢν, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ. Ἐπειδὴ, φησὶ, τὴν ἐμὴν ἄνω καὶ κάτω περιστρέφετε μαρτυρίαν, καὶ ταύτῃ με ἀξιοπιστότερον εἶναί φατε, ἐκεῖνο ὑμᾶς ἀναγκαῖον εἰδέναι, ὡς οὐκ ἔνι τὸν ἐκ τῶν οὐρανῶν ἐρχόμενον, ἀξιόπιστον ἀπὸ τοῦ τὴν γῆν οἰκοῦντος γενέσθαι. Τὸ δὲ, Ἐπάνω πάντων, τί ποτέ ἐστι, καὶ τί βούλεται δηλοῦν; Τοῦτό ἐστι. ∆είκνυσι γὰρ διὰ τούτου, ὅτι οὐδενὸς δεῖται, ἀλλ' ἀρκῶν ἐστιν αὐτὸς ἑαυτῷ, καὶ ὅτι πάντων μείζων ἀσυγκρίτως. Ἐκ τῆς γῆς δὲ ὄντα καὶ λαλοῦντα ἑαυτὸν λέγει, οὐχ ὅτι ἐξ οἰκείας διανοίας ἐφθέγγετο, ἀλλ' ὥσπερ ὁ Χριστὸς εἶπεν· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὸ βάπτισμα οὕτω καλῶν, οὐκ ἐπειδὴ ἐπίγειον ἦν, ἀλλ' ἐπειδὴ πρὸς τὴν ἀπόῤῥητον αὐτοῦ γέννησιν παρέβαλλε τὸ εἰρημένον· οὕτω καὶ ἐνταῦθα ἐκ τῆς γῆς λαλεῖν ἑαυτὸν ὁ Ἰωάννης εἶπε, πρὸς τὴν τοῦ Χριστοῦ διδασκαλίαν τὰ αὑτοῦ παραβάλλων. Οὐδὲν γὰρ ἄλλο δηλοῖ τὸ Ἐκ τῆς γῆς λαλεῖν, ἢ ὅτι μικρὰ καὶ ταπεινὰ καὶ εὐτελῆ τοῖς ἐκείνου παραβαλλόμενα τὰ ἐμὰ, καὶ τοιαῦτα, οἷα εἰκὸς γηΐνην δέξασθαι φύσιν. Παρὰ γὰρ ἐκείνῳ Πάντες οἱ θησαυροὶ τῆς σοφίας ἀπόκρυφοι. Ὅτι δὲ οὐ περὶ λογισμῶν ἀνθρωπίνων λέγει, δῆλον ἐκεῖθεν. Ὁ ἐκ τῆς γῆς ὢν, φησὶν, ἐκ τῆς γῆς ἐστι. Καίτοι γε οὐκ ἐκ τῆς γῆς ἦν αὐτῷ τὸ πᾶν, ἀλλὰ τὰ κυριώτερα οὐράνια· καὶ γὰρ ψυχὴν εἶχε, καὶ πνεύματος μετεῖχεν οὐκ ἐκ τῆς γῆς. Πῶς οὖν ἀπὸ τῆς γῆς αὐτὸς εἶναι λέγει; Οὐδὲν 59.172 ἄλλο ἐντεῦθεν αἰνίττεται, ἢ ὅτι Μικρὸς ἐγὼ καὶ οὐδενὸς ἄξιος λόγου, ἅτε χαμαὶ ἐρχόμενος καὶ ἐν τῇ γῇ τεχθείς· ὁ δὲ Χριστὸς ἄνωθεν ἡμῖν ἀφῖκται. ∆ιὰ δὴ τούτων πάντων σβέσας τὸ πάθος πρῶτον, τότε λοιπὸν μετὰ πλείονος τῆς παῤῥησίας φθέγγεται περὶ τοῦ Χριστοῦ. Πρὸ μὲν γὰρ τούτου περιττὸν ἦν ῥήματα προΐεσθαι, μηδέποτε χώραν ἐν τῇ διανοίᾳ τῶν ἀκροωμένων ἔχειν δυνάμενα· ἐπειδὴ δὲ τὰς ἀκάνθας ἀνέσπασεν, ἄρχεται μετὰ ἀδείας λοιπὸν καταβάλλειν τὰ σπέρματα, λέγων· Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ἐπάνω πάντων ἐστί· καὶ ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Μέγα τι καὶ ὑψηλὸν εἰπὼν περὶ αὐτοῦ, πάλιν ἐπὶ τὸ ταπεινότερον τὸν λόγον ἄγει. Τὸ γὰρ, Ὃ ἤκουσε καὶ ἑώρακεν, ἀνθρωπινώτερον εἴρηται. Οὐ γὰρ ἀπὸ τοῦ παραλαβεῖν ὄψει, οὐδ' ἀπὸ τοῦ ἀκοῦσαι ᾔδει ἃ ᾔδει· ἀλλ' ἐν τῇ φύσει τὸ πᾶν εἶχε, τέλειος ἐκ τῶν πατρικῶν προελθὼν κόλπων, καὶ οὐ δεόμενος τοῦ διδάσκοντος. Καθὼς γὰρ, φησὶ, γινώσκει με ὁ Πατὴρ, οὕτω κἀγὼ γινώσκω τὸν Πατέρα. Τί οὖν ἐστιν, Ὃ ἤκουσε, λαλεῖ, καὶ ὃ ἑώρακε, μαρτυρεῖ; Ἐπειδὴ διὰ τῶν αἰσθήσεων τούτων ἡμεῖς πάντα μανθάνομεν ἀκριβῶς, καὶ ἀξιόπιστοι δοκοῦμεν εἶναι διδάσκαλοι, ὑπὲρ ὧν ἢ ὄψει παραλάβωμεν, ἢ ἀκοῇ δεξώμεθα, ἅτε οὐ πλαττόμενοι, οὐδὲ ψευδῆ λέγοντες· τοῦτο καὶ ἐνταῦθα κατασκευάσαι βουλόμενος ὁ Ἰωάννης εἶπε τὸ, Ἃ ἤκουσε καὶ ἑώρακε· τουτέστιν, οὐδὲν τῶν παρ' αὐτοῦ ψεῦδός ἐστιν, ἀλλὰ πάντα ἀληθῆ. Οὕτω δήπου καὶ ἡμεῖς περιεργαζόμενοι πολλάκις ἐρωτῶμεν· σὺ ἤκουσας; σὺ εἶδες; κἂν δειχθῇ τοῦτο, ἀναμφίβολος ἡ μαρτυρία. Καὶ αὐτὸς δὲ ὅταν λέγῃ, Καθὼς ἀκούω, κρίνω, καὶ, Ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, λαλῶ, καὶ Ὃ ἑωράκαμεν, λαλοῦμεν, καὶ ὅσα ἂν ἕτερα τοιαῦτα φθέγγηται, οὐχ ἵνα μάθωμεν ὅτι διδασκόμενος λέγει ἃ λέγει (τοῦτο γὰρ τῆς ἐσχάτης ἀνοίας ἐστὶ νομίζειν)· ἀλλ' ἵνα μηδὲν τῶν λεγομένων ὑποπτεύηται παρὰ τῶν ἀναισχύντων Ἰουδαίων. Ἐπειδὴ γὰρ οὐδέπω τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον, συνεχῶς ἐπὶ τὸν Πατέρα καταφεύγει, ἐκεῖθεν ἀξιόπιστα ποιῶν τὰ λεγόμενα. βʹ. Καὶ τί θαυμάζεις εἰ ἐπὶ τὸν Πατέρα καταφεύγει. 59.173 ὅπου γε αὐτὸς πολλάκις καὶ ἐπὶ τοὺς προφήτας καὶ ἐπὶ τὰς Γραφὰς ἔρχεται; ὡς ὅταν λέγῃ, Ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. Ἆρ' οὖν καὶ τῶν προφητῶν ἐλάττονα αὐτὸν εἶναι φήσομεν, ἐπειδὴ τὰς ἐκεῖθεν ἕλκει μαρτυρίας; Ἄπαγε. ∆ιὰ γὰρ τὴν τῶν ἀκουόντων ἀσθένειαν οὕτω μεθοδεύει τὸν λόγον, καὶ παρὰ τοῦ Πατρὸς ἀκηκοώς φησι λαλεῖν ἅπερ ἐλάλει, οὐχ ὡς διδασκάλου δεόμενος, ἀλλ' ἵνα ἐκεῖνοι πιστεύσωσι μηδὲν εἶναι ψεῦδος τῶν λεγομένων. Ὃ δὲ λέγει Ἰωάννης, τοιοῦτόν ἐστιν· Ἐγὼ δέομαι ἀκοῦσαι