120
τῶν παρ' ἐκείνου. Ἄνωθεν γὰρ ἔρχεται, τὰ ἐκεῖθεν ἀπαγγέλλων, ἃ μόνος αὐτὸς οἶδε σαφῶς· τὸ γὰρ, Ἑώρακε καὶ ἤκουσε, τοῦτό ἐστι δηλοῦντος. Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Καίτοι καὶ μαθητὰς εἶχε, καὶ πολλοὶ προσεῖχον τοῖς λεγομένοις. Πῶς οὖν φησιν, ὅτι οὐδείς; Τοῦτο ἀντὶ τοῦ, ὀλίγοι, εἴρηται νῦν· ἐπειδὴ εἰ μηδένα ἔλεγε, πῶς ἐπήγαγεν, Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν; Ἐνταῦθα καὶ τῶν ἰδίων καθάπτεται μαθητῶν, ὡς οὐ σφόδρα μελλόντων αὐτῷ πιστεύειν τέως. Ὅτι γὰρ οὐδὲ μετὰ ταῦτα ἐπίστευσαν αὐτῷ τὰ ῥήματα, δῆλον καὶ ἐκ τῶν μετέπειτα λεχθέντων. ∆ιὰ τοῦτο γὰρ αὐτοὺς καὶ δεσμωτήριον οἰκῶν ἐκεῖθεν ἔπεμψε πρὸς αὐτὸν, ἵνα αὐτῷ συνδήσῃ μᾶλλον. Οἱ δὲ καὶ τότε μόλις ἐπίστευον, ὅπερ δὴ καὶ ὁ Χριστὸς αἰνιττόμενος εἶπε· Καὶ μακάριος ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. ∆ι' οὐδὲν τοίνυν ἕτερον εἶπε, Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει, ἢ τοὺς μαθητὰς ἀσφαλιζόμενος τοὺς ἑαυτοῦ, καὶ μονονουχὶ λέγων· μὴ ἐπειδὴ μέλλουσιν αὐτῷ ὀλίγοι τέως πιστεύειν, διὰ τοῦτο ψευδῆ νομίσητε εἶναι τὰ λεγόμενα· Ἃ γὰρ ἑώρακε, μαρτυρεῖ, φησί. Ταῦτα δὲ λέγει ἅμα καὶ τῆς Ἰουδαϊκῆς καθαπτόμενος ἀναισθησίας. Ὅπερ οὖν καὶ ὁ Εὐαγγελιστὴς ἀρχόμενος ἐπετίμησεν αὐτοῖς, οὕτω λέγων, ὅτι Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Τοῦτο δὲ οὐκ αὐτοῦ ἔγκλημα, ἀλλὰ τῶν μὴ δεξαμένων κατηγορία. Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. Ἐνταῦθα αὐτοὺς καὶ φοβεῖ· δείκνυσι γὰρ, ὅτι ὁ μὴ τούτῳ πιστεύων, οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ τῷ Πατρὶ ἀπιστεῖ. ∆ιὸ καὶ ἐπάγει· Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ. Ἐπεὶ οὖν τὰ ἐκείνου φθέγγεται ὅ τε πιστεύων, ὅ τε ἀπιστῶν, ἐκείνῳ καὶ πιστεύει καὶ ἀπιστεῖ. Τὸ δὲ Ἐσφράγισεν, ἔδειξεν ἐστίν. Οὕτως εἰπὼν καὶ ἔτι αὔξων τὸν φόβον, προστίθησιν· Ὅτι ὁ Θεὸς ἀληθής ἐστι· δεικνὺς, ὡς ἂν ἄλλως τις ἀπιστήσειε τούτῳ, εἰ μὴ ψεῦδος καταγνοίη τοῦ πέμψαντος αὐτὸν Θεοῦ. Ἐπεὶ τοίνυν οὐδὲν ἐκτὸς τῶν τοῦ Πατρὸς λέγει, ἀλλὰ πάντα τὰ ἐκείνου, ὁ παρακούων τούτου, τοῦ πέμψαντος παρήκουσεν. Ὁρᾷς πῶς αὐτοὺς καὶ διὰ τούτων καταπλήττει; Τέως γὰρ οὐδὲν μέγα ἐνόμιζον εἶναι παρακοῦσαι τοῦ Χριστοῦ. ∆ιὰ τοῦτο τηλικοῦτον κίνδυνον ἐπεκρέμασε τοῖς ἀπίστοις, ἵνα μάθωσιν, ὅτι αὐτοῦ τοῦ Θεοῦ παρακούουσιν οἱ τοῦ Χριστοῦ παρακούοντες. Εἶτα καὶ ἐπεξέρχεται τῷ λόγῳ τούτῳ, πρὸς τὸ ταπεινὸν τῆς διανοίας αὐτῶν καταβαίνων καὶ λέγων· Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα. Πάλιν, ὅπερ ἔφην, ἐπὶ τὸ ταπεινότερον ἄγει τὸν λόγον, ποικίλλων αὐτὸν καὶ εὐπαράδεκτον ποιῶν τοῖς ἀκούουσι τότε. Οὐ γὰρ ἦν ἄλλως ἐπᾶραι καὶ αὐξῆσαι τὸν φόβον. Εἰ μὲν γάρ τι περὶ αὐτοῦ εἶπε μέγα καὶ ὑψηλὸν, οὐκ ἂν ἐπίστευ 59.174 σαν, ἀλλὰ καὶ κατεφρόνησαν ἄν. ∆ιὰ τοῦτο ἐπὶ τὸν Πατέρα ἀνάγει τὸ πᾶν, πάλιν ὡς περὶ ἀνθρώπου τοῦ Χριστοῦ τέως διαλεγόμενος. Τί δέ ἐστιν ὅ φησιν, Οὐκ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα; Θέλει δεῖξαι, ὅτι πάντες ἡμεῖς μέτρῳ τὴν τοῦ Πνεύματος ἐνέργειαν ἐλάβομεν· Πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει· αὕτη γάρ ἐστιν ἡ μεριζομένη· οὗτος δὲ ἀμέτρητον ἔχει καὶ ὁλόκληρον πᾶσαν τὴν ἐνέργειαν. Εἰ δὲ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία Ὁρᾷς καὶ τὸ Πνεῦμα ἄπειρον; Ὁ τοίνυν πᾶσαν τοῦ Πνεύματος δεξάμενος τὴν ἐνέργειαν, ὁ τὰ τοῦ Θεοῦ εἰδὼς, ὁ λέγων, Ὃ ἠκούσαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν, πῶς ἂν εἴη δίκαιος ὑποπτεύεσθαι; Οὐδὲν γάρ φησιν, ὃ μὴ τοῦ Θεοῦ ἐστιν, οὐδὲ ὃ μὴ τοῦ Πνεύματός ἐστι. Καὶ τέως περὶ τοῦ Θεοῦ Λόγου οὐδὲν φθέγγεται, ἀλλ' ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος ἀξιόπιστον ποιεῖται τὴν διδασκαλίαν. Ὅτι μὲν γὰρ Θεός ἐστιν, ᾔδεσαν, καὶ ὅτι Πνεῦμά ἐστιν, ἠπίσταντο, εἰ καὶ μὴ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον· ὅτι μέντοι Υἱός ἐστιν, οὐκ ᾔδεσαν. ∆ιὰ τοῦτο ἀεὶ ἐπὶ τὸν Πατέρα καὶ ἐπὶ τὸ Πνεῦμα καταφεύγει, ἐκεῖθεν πιστούμενος τὰ λεγόμενα. Ἐπεὶ ἐάν τις ταύτην ἀνελὼν τὴν αἰτίαν καθ' ἑαυτὸν ἐξετάσῃ τὸν λόγον, σφόδρα ἀποδέει τῆς ἀξίας τοῦ Χριστοῦ. Οὐ γὰρ διὰ τοῦτο ἀξιόπιστος αὐτοῖς, ἐπειδὴ τὴν τοῦ Πνεύματος ἐνέργειαν ἔχει· οὐ γὰρ τῆς ἐκεῖθεν δεῖται βοηθείας, ἀλλ' αὐτός