173
ΜΒʹ. Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θα λάσσης τῆς Γαλιλαίας εἰς τὰ μέρη Τιβεριάδος· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς, ὅτι ἑώρων τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. Ἀπῆλθε δὲ εἰς ὄρος ὁ Ἰησοῦς, καὶ ἐκεῖ ἐκά θητο μετὰ τῶν μαθητῶν αὐτοῦ. Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων. αʹ. Τοῖς δεινοῖς ἀνδράσι μὴ ὁμόσε χωρῶμεν, ἀγαπητοί· ἀλλὰ μανθάνωμεν, ὅταν μηδὲν παραβλάπτῃ τὴν ἡμετέραν ἀρετὴν, διδόναι τόπον αὐτῶν ταῖς πονηραῖς ἐπιβουλαῖς. Οὕτω γὰρ παύεται πᾶσα θρασύτης. Καὶ καθάπερ τὰ ἀκόντια ὅταν εἰς ἐντεταμένον ἐμπέσῃ τι καὶ σκληρὸν καὶ ἀντιτυπὲς, μετὰ πολλῆς τῆς ῥύμης ἐξακοντίζεται ἐπὶ τοὺς ἀποστείλαντας πάλιν· ὅταν δὲ τὸ ῥαγδαῖον τῆς ἀφέσεως μὴ ἔχῃ τὸ ἀντιπίπτον, ἐκλύεται ταχέως καὶ λήγει· οὕτω καὶ ἐπὶ τῶν θρασυνομένων ἀνθρώπων, ὅταν μὲν αὐτοῖς ὁμόσε χωρῶμεν, ἀγριαίνουσι μᾶλλον· ὅταν δὲ εἴκωμεν καὶ παραχωρῶμεν, χαλῶμεν ῥᾳδίως πᾶσαν αὐτῶν τὴν μανίαν. ∆ιὰ δὲ τοῦτο καὶ ὁ Χριστὸς ἐπειδὴ ἤκουσεν, ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης, ἦλθεν εἰς τὴν Γαλιλαίαν, τὸν φθόνον αὐτῶν σβεννὺς, καὶ τὸν θυμὸν, ὃν εἰκὸς ἦν ἀπὸ τούτων τεχθῆναι τῶν λόγων, διὰ τῆς ἀναχωρήσεως καταπραΰνων. Πλὴν εἰς τὴν Γαλιλαίαν πάλιν ἀπερχόμενος, οὐ τοῖς αὐτοῖς ἐπιβαίνει τόποις· οὐ γὰρ εἰς Κανᾶ ἦλθεν, ἀλλὰ πέραν τῆς θαλάσσης. ∆ιὸ καὶ ἠκολούθουν αὐτῷ ὄχλοι πολλοὶ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. Ποῖα σημεῖα; διατί μὴ αὐτὰ λέγει κατ' εἶδος; Ὅτι τὸ πλέον τοῦ βιβλίου οὗτος μάλιστα ὁ εὐαγγελιστὴς ἐν τοῖς λόγοις καὶ ταῖς δημηγορίαις καταναλῶσαι ἐσπούδασεν. Ὅρα γοῦν πῶς ἐν ἐνιαυτῷ ὁλοκλήρῳ, μᾶλλον δὲ πῶς καὶ νῦν ἐν τῇ ἑορτῇ τοῦ πάσχα οὐδὲν πλέον ἡμᾶς ἐδίδαξε σημείων ἕνεκεν, ἢ ὅτι τὸν παράλυτον μόνον ἐθεράπευσε, καὶ τὸν υἱὸν τοῦ βασιλικοῦ. Οὐ γὰρ τοῦτο ἐσπούδαζεν ὥστε ἅπαντα καταλέγειν, ἐπειδὴ μηδὲ δυνατὸν ἦν· ἀλλ' ἐκ πολλῶν καὶ μεγάλων ὀλίγα. Καὶ ἠκολούθει, φησὶν, αὐτῷ ὄχλος πολὺς, ὅτι ἑώρων τὰ σημεῖα ἃ ἐποίει. Οὐ σφόδρα βεβαίας διανοίας ἡ ἀκολούθησις. Τοσαύτης γὰρ διδασκαλίας ἀπολαύσαντες, ἀπὸ τῶν σημείων ἐνήγοντο μᾶλλον· ὃ παχυτέρας γνώμης ἦν. Τὰ γὰρ σημεῖα, φησὶ, τοῖς ἀπίστοις, οὐ τοῖς πιστεύουσιν. Ἀλλ' οὐκ ἐκεῖνος ὁ δῆμος ὁ παρὰ τῷ Ματθαίῳ οὕτως, ἀλλ' ἄκουε πῶς. Ἐξεπλήσσοντο πάντες ἐπὶ τῇ διδαχῇ αὐτοῦ, φησὶν, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων. Τί δήποτε δὲ τὸ ὄρος καταλαμβάνει νῦν, καὶ ἐκεῖ κάθηται μετὰ τῶν μαθητῶν; ∆ιὰ τὸ μέλλον ἔσεσθαι σημεῖον. Τὸ δὲ τοὺς μαθητὰς ἀναβῆναι μόνους, κατηγορία τοῦ πλήθους ἦν οὐκ ἀκολουθήσαντος αὐτῷ. Οὐ τούτου δὲ ἕνεκεν μόνον τοῦτο ποιεῖ, τὸ ὄρος καταλαμβάνων, ἀλλὰ καὶ παιδεύων ἡμᾶς ἀεὶ διαναπαύεσθαι ἀπὸ τῶν θορύβων καὶ τῆς ἐν μέσῳ ταραχῆς· ἐπιτήδειον γὰρ πρὸς φιλοσοφίαν ἐρημία. Πολλάκις δὲ καὶ μόνος αὐτὸς τὸ ὄρος καταλαμβάνει, καὶ διανυκτερεύει καὶ εὔχεται, διδάσκων ἡμᾶς ὅτι τὸν μάλιστα Θεῷ προσιόντα πάσης ἀπηλλάχθαι δεῖ ταραχῆς, καὶ καιρὸν καὶ τόπον θορύβου καθαρὸν ἐπιζητεῖν. Καὶ ἦν ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. Πῶς οὖν οὐκ ἀναβαίνει εἰς τὴν ἑορτὴν, φησὶν, ἀλλὰ πάντων ἐπειγομένων εἰς τὰ Ἱεροσόλυμα, αὐτὸς εἰς τὴν Γαλιλαίαν ἔρχεται, καὶ 59.240 οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τοὺς μαθητὰς ἄγων, καὶ ἐκεῖθεν εἰς Καπερναούμ; Ἠρέμα λοιπὸν ὑπεξέλυε τὸν νόμον, ἀφορμὴν λαμβάνων ἀπὸ τῆς Ἰουδαϊκῆς πονηρίας. Καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς, ὁρᾷ ὄχλον πολύν. Ἐνταῦθα δείκνυσιν ὅτι οὐδέποτε ἁπλῶς ἐκάθητο μετὰ τῶν μαθητῶν, ἀλλ' ἴσως ἀκριβολογούμενός τι πρὸς αὐτοὺς καὶ διδάσκων, καὶ ἐπιστρέφων αὐτοὺς πρὸς ἑαυτὸν, οὗ μάλιστα καὶ ἐντεῦθεν τὴν κηδεμονίαν ἔστι μαθεῖν, καὶ τὸ ταπεινὸν καὶ συγκαταβατικὸν τὸ πρὸς ἐκείνους. Συνεκάθηντο γὰρ αὐτῷ τάχα πρὸς ἀλλήλους ὁρῶντες. Εἶτα ἀναβλέψας ὁρᾷ τὸν ὄχλον παραγινόμενον πρὸς αὐτόν. Οἱ μὲν οὖν ἄλλοι εὐαγγελισταὶ τοὺς μαθητάς φασι προσελθόντας ἐρωτᾷν καὶ παρακαλεῖν, ὥστε μὴ ἀπολῦσαι αὐτοὺς νήστεις· οὗτος δὲ εἰσάγει τὸν Φίλιππον ἐρωτηθῆναι παρὰ τοῦ Χριστοῦ. Καί μοι δοκεῖ ἀμφότερα εἶναι ἀληθῆ, οὐκ ἐπὶ τῶν αὐτῶν γενόμενα δὲ ὅμως