184
αὐτοῦ τὸν Πατέρα φησὶ διδόναι. Οἱ δὲ ἀκούσαντες, λέγουσι πάλιν, ∆ὸς ἡμῖν τὸν ἄρτον τοῦτον φαγεῖν. Ἔτι γὰρ αἰσθητόν τι πρᾶγμα ἐνόμιζον εἶναι, ἔτι γαστρὸς ἀπολαύειν προσεδόκων· διὸ καὶ ταχέως προσέδραμον. Τί οὖν ὁ Χριστός; Ἀνάγων αὐτοὺς κατὰ μικρὸν, ἐπάγει. Ὁ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ πάσῃ τῇ οἰκουμένῃ, φησί. ∆ιὸ καὶ οὐκ εἶπεν ἁπλῶς τροφὴν, ἀλλὰ ζωὴν ἑτέραν τινὰ καὶ ἐνηλλαγμένην, ὥστε δηλῶσαι, ἐπειδὴ ἅπαντες ἦσαν νενεκρωμένοι. Οἱ δὲ ἔτι κάτω νεύουσι καὶ λέγουσι· ∆ὸς ὑμῖν τὸν ἄρτον τοῦτον. Ἐλέγχων δὲ αὐτοὺς, ὅτι ἕως μὲν αἰσθητὴν ὑπώπτευον εἶναι τὴν τράπεζαν, ἐπέτρεχον· ὅταν δὲ ἔμαθον, ὅτι πνευματική τίς ἐστιν, οὐκ ἔτι, λέγει πάλιν· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με, οὐ μὴ πεινάσει· καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει πώποτε. Ἀλλ' εἶπον ὑμῖν, ὅτι καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετέ μοι. βʹ. Οὕτω καὶ Ἰωάννης φθέγγεται ἄνωθεν προλαβών· Ὃ οἶδε λαλεῖ, καὶ ὃ ἑώρακε μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Καὶ πάλιν ὁ Χριστός· Ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. Τοῦτο δὲ ποιεῖ, προλαμβάνων αὐτοὺς, καὶ 59.253 δεικνὺς ὅτι οὐ ταράττει τὸ πρᾶγμα αὐτὸν, οὐδὲ δόξης ἐφίεται, οὐδὲ ἀγνοεῖ τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτῶν, οὔτε τὰ παρόντα, οὔτε τὰ μέλλοντα. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Μέλλει λοιπὸν εἰς τὴν τῶν μυστηρίων ἐμβαλεῖν παράδοσιν. Καὶ πρῶτον περὶ τῆς θεότητος αὐτοῦ διαλέγεται λέγων. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Οὐδὲ γὰρ περὶ τοῦ σώματος τοῦτο εἴρηται (περὶ γὰρ ἐκείνου πρὸς τῷ τέλει λέγει· Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν)· ἀλλὰ τέως περὶ τῆς θεότητος. Καὶ γὰρ ἐκείνη διὰ τὸν Θεὸν Λόγον ἄρτος ἐστίν· ὥσπερ οὖν καὶ οὗτος ὁ ἄρτος διὰ τὸ ἐπιφοιτῶν αὐτῷ Πνεῦμα ἄρτος οὐράνιος γίνεται. Ἐνταῦθα δὲ οὐ κέχρηται μάρτυσι, καθάπερ ἐπὶ τῆς προτέρας δημηγορίας· εἶχε γὰρ αὐτὸ μαρτυροῦν τὸ ἔργον τῶν ἄρτων, καὶ τέως ὑποκρινομένους αὐτῷ πείθεσθαι. Ἐκεῖ δὲ ἀντέλεγον καὶ ἐνεκάλουν· διὰ τοῦτο ἐνταῦθα καὶ ἀποφαίνεται. Οἱ δὲ ἐπειδὴ προσεδόκων ἑστιάσεως ἀπολαύσεσθαι σαρκικῆς, μένουσι, καὶ οὐ ταράττονται, ἕως ὅτε μετὰ ταῦτα ἀπέγνωσαν τῆς ἐλπίδος. Πλὴν οὐδὲ οὕτως ἐσίγησεν ὁ Χριστὸς, ἀλλὰ καὶ πολλὰ ἐντρεπτικὰ λέγει. Οἱ δὲ, ἡνίκα ἤσθιον, προφήτην αὐτὸν λέγοντες, ἐνταῦθα σκανδαλίζονται, καὶ τοῦ τέκτονος καλοῦσι υἱόν· ἀλλ' οὐχ ὅτε τοὺς ἄρτους ἤσθιον, ἀλλ', Οὗτός ἐστιν ὁ προφήτης, ἔλεγον, καὶ ἤθελον αὐτὸν ποιῆσαι βασιλέα. Ἐδόκουν μὲν οὖν ἀγανακτεῖν, ἐπὶ τῷ λέγειν αὐτὸν ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι· τὸ δὲ ἀληθὲς, οὐ τοῦτο ἦν τὸ ποιοῦν τὴν ἀγανάκτησιν, ἀλλὰ τὸ μὴ προσδοκᾷν ἀπολαύσεσθαι τραπέζης σωματικῆς. Ἐπεὶ εἰ ὄντως ἠγανάκτουν, ἐχρῆν ἐρωτᾷν καὶ πυνθάνεσθαι, πῶς ἄρτος ζωῆς ἐστι, πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκε· νῦν δὲ τοῦτο μὲν οὐ ποιοῦσι, γογγύζουσι δέ. Καὶ ὅτι οὐ τοῦτο αὐτοὺς ἐσκανδάλιζε, δῆλον ἐκεῖθεν. Εἰπόντος γὰρ ὅτι Ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον, οὐκ εἶπον, Παρακάλεσον ἵνα δῷ· ἀλλὰ τί; ∆ὸς ἡμῖν τὸν ἄρτον. Καίτοι οὐκ εἶπεν, ὅτι Ἐγὼ δίδωμι, ἀλλ', ὅτι Ὁ Πατήρ μου δίδωσιν. Οἱ δὲ ἐπιθυμίᾳ τῆς τροφῆς καὶ αὐτὸν ἀξιόπιστον εἶναι ἐνόμισαν πρὸς τὴν χορηγίαν. Οἱ τοίνυν ἀξιόπιστον εἶναι νομίσαντες πρὸς τὸ δοῦναι, πῶς ἔμελλον μετὰ ταῦτα σκανδαλίζεσθαι, καὶ ταῦτα ἀκούσαντες ὅτι Ὁ Πατὴρ δίδωσι; Τί οὖν ἐστι τὸ αἴτιον; Ἐπειδὴ ἤκουσαν ὅτι φαγεῖν οὐκ ἔνι, πάλιν ἠπίστησαν, καὶ προβάλλονται δῆθεν τῆς ἀπιστίας προκάλυμμα τὸ ὑψηλὸν εἶναι τὸν λόγον. ∆ιὰ τοῦτό φησι, Καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετε· τούτῳ μὲν τὰ σημεῖα αἰνιττόμενος, τούτῳ δὲ τὴν ἀπὸ τῶν Γραφῶν μαρτυρίαν. Ἐκεῖναι γάρ εἰσι, φησὶν, αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ, Ὅτι ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· καὶ, Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες; Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλω ἔξω. Ὅρα πῶς πάντα ποιεῖ διὰ τοὺς σωζομένους. ∆ιὰ δὴ τοῦτο καὶ ἐπήγαγεν, ἵνα μὴ δόξῃ περιεργάζεσθαι, καὶ εἰκῆ ταῦτα λέγειν. Τί δέ