245
τόσα καὶ τόσα ἀπαιτοῦμεν παρὰ τῶν πενήτων· ἀλλὰ ταῦτα μὲν παρὰ τῶν πλουτούντων. Εἰ δέ τις πένης εἴη, καὶ ἐπὶ τὰς τῶν ἄλλων ἔρχεται θύρας, οὐδὲ ὀβολὸν λαβεῖν ὁ ∆εσπότης ἡμῶν ἐπαισχύνεται· ἀλλὰ καὶ μείζονα ἐρεῖ τῶν πολλὰ βεβληκότων εἰληφέναι παρ' αὐτοῦ. Πόσοι τῶν νῦν ἑστηκότων ηὔξαντο κατ' ἐκεῖνον γενέσθαι τὸν καιρὸν, καθ' ὃν μετὰ σαρκὸς ὁ Χριστὸς περιεπόλει τὴν γῆν, ὥστε καὶ ὁμοδίαιτοι αὐτῷ γενέσθαι, καὶ σύσσιτοι; Ἰδοὺ νῦν ἔξεστι τοῦτο γενέσθαι, καὶ καλεῖν αὐτὸν μᾶλλον ἐπὶ ἄριστον καὶ ἑστιαθῆναι μετ' αὐτοῦ, καὶ ἐπὶ μείζονι κέρδει. Τῶν μὲν γὰρ τότε αὐτῷ συνεστιαθέντων πολλοὶ καὶ ἀπώλοντο, οἷος καὶ ὁ Ἰούδας ἦν, καὶ ἕτεροι δὲ τοιοῦτοι· τῶν δὲ καλούντων αὐτὸν ἕκαστος νῦν εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, καὶ μεταδιδόντων αὐτῷ τραπέζης καὶ στέγης, εὐλογίας ἀπολαύσεται μεγάλης. ∆εῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Ἵν' οὖν τούτων ἀκούσωμεν τῶν ῥημάτων, ἐνδύσωμεν τὸν γυμνὸν, συναγάγωμεν τὸν ξένον, θρέψωμεν τὸν πεινῶντα, ποτίσωμεν τὸν διψῶντα, ἐπισκεψώμεθα τὸν ἀῤῥωστοῦντα, ἴδωμεν τὸν ἐν φυλακῇ, ἵνα παῤῥησίας ἀπολαύσωμεν, καὶ ἁμαρτημάτων συγχώρησιν λάβωμεν, καὶ τῶν ἀγαθῶν μετάσχωμεν ἐκείνων, τῶν καὶ λόγον ὑπερβαινόντων καὶ νοῦν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.327 ΟΜΙΛΙΑ Ξʹ. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώ σκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω
τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. αʹ. Μέγα, ἀγαπητοὶ, μέγα Ἐκκλησίας προστασία, καὶ πολλῆς δεόμενον
φιλοσοφίας, καὶ ἀνδρείας τοσαύτης, ὅσης ὁ Χριστὸς εἶπεν, ὥστε τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων θεῖναι, ὥστε μηδέποτε ἐγκαταλιπεῖν αὐτὰ ἔρημα καὶ γυμνὰ, ὥστε πρὸς τὸν λύκον ἵστασθαι γενναίως. Τούτῳ γὰρ ὁ ποιμὴν τοῦ μισθωτοῦ διέστηκεν. Ὁ μὲν γὰρ τὴν ἰδίαν σωτηρίαν πανταχοῦ σκοπεῖ, τῶν προβάτων ἀμελῶν· οὗτος δὲ πανταχοῦ τὴν τῶν προβάτων ἐπιζητεῖ, τὴν ἑαυτοῦ παρατρέχων. Εἰπὼν τοίνυν τοῦ ποιμένος τὰ δείγματα, δύο τίθησι τοὺς λυμεῶνας· ἕνα τὸν κλέπτην τὸν θύοντα καὶ ἁρπάζοντα· ἕτερον δὲ τὸν τούτων μὲν οὐδὲν ποιοῦντα, γινομένων δὲ τούτων οὐκ ἐπιστρεφόμενον, οὐδὲ κωλύοντα· δι' ἐκείνων μὲν τοὺς περὶ Θευδᾶν αἰνιττόμενος, διὰ τούτων δὲ τοὺς Ἰουδαίων διδασκάλους ἐκπομπεύων, οὐ κηδομένους οὐδὲ φροντίζοντας τῶν ἐμπεπιστευμένων αὐτοῖς προβάτων. Ὅπερ οὖν καὶ ὁ Ἰεζεκιὴλ ἄνωθεν ἐγκαλῶν αὐτοῖς ἔλεγεν· Ὢ οἱ ποιμένες Ἰσραήλ· μὴ βόσκουσιν ἑαυτοὺς 59.328 οἱ ποιμένες; οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Ἀλλ' ἐκεῖνοι τοὐναντίον ἐποίουν, ὅπερ μέγιστόν ἐστιν εἶδος κακίας, καὶ τῶν ἄλλων αἴτιον πάντων. ∆ιὰ τοῦτο γάρ φησιν· οὔτε τὸ πεπλανημένον ἐπέστρεφον, οὐδὲ τὸ ἀπολωλὸς ἐζήτουν, οὐδὲ τὸ συντετριμμένον ἐδέσμουν, οὐδὲ τὸ ἀῤῥωστοῦν ἐθεράπευον, ἐπειδὴ ἑαυτοὺς, καὶ οὐ τὰ πρόβατα, ἔβοσκον. Ὅπερ καὶ ὁ Παῦλος ἑτέρῳ ῥήματι πάλιν ἐδήλου λέγων· Οἱ γὰρ πάντες τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Χριστοῦ Ἰησοῦ· καὶ πάλιν, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστος. Ἀλλ' ἀμφοτέρων ἑαυτὸν διίστησιν ὁ Χριστός· ἐκείνων μὲν τῶν ἐπὶ λύμῃ παραγενομένων, τῷ εἰπεῖν, ∆ιὰ τοῦτο ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι· τούτων δὲ τῶν περιορώντων ὑπὸ τῶν λύκων ἁρπαζόμενα τὰ πρόβατα, τῷ μὴ καταλιπεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ αὐτῶν, ὥστε μὴ τὰ πρόβατα ἀποθανεῖν. Ἐπειδὴ γὰρ αὐτὸν ἐβουλεύοντο ἀνελεῖν,