297
σήμαντρα εἶχε, καὶ φύλακες παρεκαθέζοντο· καὶ ἐπικειμένου τῷ σώματι τοῦ λίθου, ἀνέστη τὸ σῶμα· τεσσαράκοντα ἡμέραι παρῆλθον, καὶ ἡ τοῦ Πνεύματος ἦλθε χορηγία, καὶ πάντες αὐτὸν εὐθέως ἀνεκήρυττον. Τοῦτό ἐστι, ∆οξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθέως δοξάσει αὐτόν· οὐ δι' ἀγγέλων καὶ ἀρχαγγέλων, οὐδὲ δι' ἄλλης τινὸς δυνάμεως, ἀλλὰ δι' ἑαυτοῦ. γʹ. Πῶς δὲ καὶ ἐδόξατε δι' αὐτοῦ; Πάντα πράξας τὰ πρὸς δόξαν τοῦ Υἱοῦ· καίτοι πάντα ὁ Υἱὸς ἐποίησεν. Ὁρᾷς ὅτι τὰ ὑπ' αὐτοῦ γινόμενα τῷ Πατρὶ ἀνατίθησι· Τεκνία, ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι. Ζητήσετέ 59.393 με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις, ὅτι Ὅπου ὑπάγω ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν· καὶ ὑμῖν λέγω ἄρτι. Ἄρχεται λοιπὸν τῶν λυπηρῶν μετὰ τὸ δεῖπνον. Ὅτε γὰρ Ἰούδας ἐξῆλθεν, οὐκ ἔτι ἑσπέρα ἦν, ἀλλὰ νύξ. Ἐπειδὴ γὰρ ἔμελλον μικρὸν ὕστερον ἐπιστήσεσθαι, ἔδει πάντα παρακαταθέσθαι αὐτοῖς, ὥστε ἔχειν ἐν μνήμῃ· μᾶλλον δὲ τὸ Πνεῦμα πάντα αὐτοὺς ἀνέμνησε. Πολλὰ γὰρ εἰκὸς, ἅτε πρῶτον τότε ἀκούοντας, καὶ τοιούτους μέλλοντας πειρασμοὺς ὑπομένειν, ἀποβάλλειν αὐτούς. Οἱ γὰρ πρὸς ὕπνον καταφερόμενοι, καθὼς καὶ ἕτερός φησιν εὐαγγελιστὴς, καὶ ἀθυμίᾳ συνεχόμενοι, καθὼς καὶ αὐτὸς ὁ Χριστὸς λέγει· Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν· πῶς ἂν ταῦτα πάντα κατέσχον ἀκριβῶς; Τί δήποτε οὖν ἐλέγετο; Οὐ μικρὸν αὐτοῖς ἐγίνετο κέρδος εἰς τὴν Χριστοῦ δόξαν, τὸ σαφῶς εἰδέναι μετὰ ταῦτα ὑπομιμνησκομένους, ὅτι ταῦτα πάλαι ἀκηκοότες ἦσαν παρὰ τοῦ Χριστοῦ. Τίνος δὲ ἕνεκεν προκαταβάλλει αὐτῶν τὴν ψυχὴν, λέγων, Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι; Τοῖς μὲν γὰρ Ἰουδαίοις εἰκότως ἐλέγετο· ἡμᾶς δὲ τίνος ἕνεκεν ἐπίσης εἰς τὴν αὐτὴν τάξιν ἄγεις ἐκείνοις τοῖς ἀγνώμοσιν; Οὐδαμῶς. Καὶ τίνος ἕνεκεν εἶπε, Καθὼς εἶπον τοῖς Ἰουδαίοις; Ἀνέμνησεν ὅτι οὐχὶ νῦν ἀπὸ τῆς τῶν δεινῶν παρουσίας ταῦτα προλέγει· ἀλλ' ἄνωθεν αὐτὰ προῄδει, καὶ μάρτυρες αὐτοὶ οἱ ἀκούσαντες, ὅτι καὶ πρὸς Ἰουδαίους ταῦτα ἔλεγε. ∆ιὸ καὶ προσέθηκε τὸ, Τεκνία· ἵνα ἀκούσαντες, Καθὼς εἶπον τοῖς Ἰουδαίοις, μὴ καὶ πρὸς αὐτοὺς ὁμοίως εἰρῆσθαι τὸ εἰρημένον νομίσωσιν. Οὐ καταβάλλων τοίνυν αὐτοὺς, ἀλλὰ παραμυθούμενος ταῦτά φησιν, ἵνα μὴ ἀπροσδόκητα ἐπιστάντα αὐτοῖς τὰ δεινὰ ἐκταράξῃ, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. ∆είκνυσιν, ὅτι ὁ θάνατος αὐτοῦ μετάστασίς ἐστι καὶ μετάθεσις ἀμείνων, εἰς τόπον σώματα οὐ δεχόμενον φθαρτά. Ταῦτα δὲ λέγει, καὶ τὸν εἰς αὐτὸν διεγείρων πόθον καὶ θερμότερον ποιῶν. Ἴστε γὰρ ὅτι ἐπειδὰν ἴδωμεν τῶν φιλτάτων τινὰς ἀναχωροῦντας, μάλιστα διαθερμαινόμεθα, καὶ μᾶλλον ὅταν ἴδωμεν εἰς τόπον ἀπιόντας, εἰς ὃν οὐδὲ δυνατὸν ἡμῖν ἀπελθεῖν. Ἐκείνους μὲν οὖν φοβῶν, ταῦτα ἔλεγε, τούτοις δὲ τὸν πόθον ἐξάπτων. Τοιοῦτός ἐστιν ὁ τόπος, ὥστε μὴ μόνον ἐκείνους, ἀλλὰ μηδὲ ὑμᾶς τοὺς φιλτάτους δύνασθαι παραγενέσθαι ἐκεῖ. Ἐνταῦθα καὶ τὸ ἀξίωμα τὸ ἑαυτοῦ δείκνυσι. Καὶ ὑμῖν λέγω ἄρτι. ∆ιὰ τί, Ἄρτι; Ἑτέρως ἐκείνοις, καὶ ἑτέρως ὑμῖν· τουτέστιν, οὐ μετ' ἐκείνων. Ποῦ δὲ αὐτὸν ἐζήτησαν οἱ Ἰουδαῖοι; ποῦ δὲ οἱ μαθηταί; Οἱ μαθηταὶ μὲν, ὅτε ἔφυγον· οἱ Ἰουδαῖοι δὲ, ὅτε τὰ ἀνήκεστα ἔπασχον δεινὰ καὶ πάντα ὑπερβαίνοντα λόγον, τῆς πόλεως αὐτῆς ἁλούσης, καὶ τῆς θεηλάτου πάντοθεν κατ' αὐτῶν φερομένης ὀργῆς. Ἐκείνοις μὲν οὖν τότε ἔλεγε διὰ τὴν ἀπιστίαν, ὑμῖν δὲ νῦν, διὰ τὸ μὴ ἀπροσδόκητα ἐπελθεῖν τὰ δεινά. Ἐντολὴν καινὴν δίδωμι ὑμῖν. Ἐπειδὴ γὰρ εἰς θόρυβον αὐτοὺς ἐμπεσεῖν εἰκὸς ἦν ταῦτα ἀκούοντας, ὡς ἐρήμους μέλλοντας ἔσεσθαι, παραμυθεῖται αὐτοὺς, τὴν πάντων τῶν ἀγαθῶν ῥίζαν καὶ ἀσφάλειαν περιβάλλων αὐτοῖς, τὴν ἀγάπην· ὡσανεὶ ἔλεγεν· Ἀλγεῖτε ἀπιόντος ἐμοῦ; ἀλλ' ἐὰν ἀγαπᾶτε ἀλλήλους, ἔσεσθε ἰσχυρότεροι. Πῶς οὖν οὐ τοῦτο εἶπεν; Ὅτι ὃ τούτου μᾶλλον ὤνησεν αὐτοὺς εἶπεν· Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε. ∆ιὰ γὰρ τούτου ἅμα ἐδήλωσεν, ὅτι οὐ σβεσθήσεται ὁ χορὸς, ὁπότε καὶ γνώρισμα αὐτοῖς ἔδωκε. 59.394 Τοῦτο δὲ εἶπεν, ὅτε ὁ προδότης αὐτῶν ἀπεσχίσθη. Πῶς δὲ αὐτὴν ἐντολὴν λέγει καινὴν καὶ ἐν τῇ Παλαιᾷ κειμένην; Αὐτὸς αὐτὴν ἐποίησε καινὴν τῷ τρόπῳ· ἐπήγαγε γοῦν· Καθὼς ἠγάπησα ὑμᾶς. Οὐ γὰρ