315
ποτὲ δὲ, Ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, τὰ αὐτὰ καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Καὶ, Πλήρωμα νόμου ἡ ἀγάπη· ὃ καὶ ἐνταῦθα λέγει. Εἰ γὰρ τὸ μεῖναι ἀπὸ τῆς ἀγάπης γίνεται, ἡ δὲ ἀγάπη ἀπὸ τῆς τῶν ἐντολῶν τηρήσεως, ἡ δὲ ἐντολή ἐστιν, ἵνα ἀγαπῶμεν ἀλλήλους· τὸ μεῖναι ἐν τῷ Θεῷ, ἀπὸ τῆς πρὸς ἀλλήλους ἀγάπης γίνεται. Καὶ οὐχ ἁπλῶς ἀγάπην φησὶν, ἀλλὰ καὶ τὸν τρόπον δηλοῖ· Καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Πάλιν δείκνυσιν, ὅτι οὐχὶ μίσους ἐστὶν αὕτη ἡ ἀναχώρησις, ἀλλὰ ἀγάπης· ὥστε με μᾶλλον ἐχρῆν θαυμάζεσθαι ὑπὲρ τούτου. Ὑπὲρ γὰρ ὑμῶν τὴν ψυχήν μου τίθημι. Ἀλλ' οὐδαμοῦ οὕτω φησὶν αὐτό· ἀλλὰ ἀνωτέρω μὲν, τὸν ἄριστον ὑπογράφων ποιμένα· ἐνταῦθα δὲ, ἐν τῷ παραινεῖν αὐτοὺς καὶ δεικνύναι τῆς ἀγάπης τὸ μέγεθος, καὶ ἑαυτὸν ὅστις ἐστί. Τίνος δὲ ἕνεκεν πανταχοῦ τὴν ἀγάπην ἐπαίρει; Ὅτι τοῦτό ἐστι τὸ δεῖγμα τῶν μαθητῶν, τοῦτο τὸ συγκροτοῦν τὴν ἀρετήν. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος τοσαῦτα περὶ αὐτῆς φησιν, ἅτε μαθητὴς ὢν γνήσιος τοῦ Χριστοῦ, καὶ πεῖραν αὐτῆς λαβών. Ὑμεῖς φίλοι μου ἐστέ. Οὐκ ἔτι ὑμᾶς λέγω δούλους· ὁ γὰρ δοῦλος οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ. Ὑμεῖς φίλοι μου ἐστέ· πάντα γὰρ ὅσα ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν. Πῶς οὖν λέγει, Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι; Οὐδὲν ἄλλο διὰ τοῦ Πάντα καὶ τοῦ ἀκοῦσαι κατασκευάζει, ἢ ὅτι οὐδὲν ἀλλότριον φθέγγεται, ἀλλ' ἢ τὰ τοῦ Πατρός. Ἐπειδὴ δὲ τοῦτο μάλιστα δοκεῖ φιλίας εἶναι τὸ τὰ ἀπόῤῥητα λέγειν, καὶ ταύτης ἠξιώθητε, φησὶ, τῆς κοινωνίας. Πάντα δὲ ὅταν εἴπῃ, ὅσα αὐτοὺς ἀκοῦσαι ἐχρῆν, λέγει. Εἶτα καὶ ἄλλο τεκμήριον, οὐ τὸ τυχὸν, φιλίας τίθησι. Ποῖον δὴ τοῦτο; Οὐχ ὑμεῖς με ἐξελέξασθε, φησὶν, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς· τουτέστιν, Ἐγὼ τῇ φιλίᾳ ἐπέδραμον τῇ ὑμετέρᾳ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ καὶ, Ἔθηκα, φησὶν, ὑμᾶς, τουτέστιν, ἐφύτευσα, Ἵνα ὑμεῖς ὑπάγητε (ἔτι τῇ μεταφορᾷ κέχρηται τῆς ἀμπέλου)· τουτέστιν, ἵνα ἐκταθῆτε, Καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ. Εἰ δὲ ὁ καρπὸς μένει, πολλῷ μᾶλλον ὑμεῖς. Οὐ γὰρ ἐφίλησα μόνον ὑμᾶς, φησὶν, ἀλλὰ καὶ τὰ μέγιστα εὐηργέτησα, πανταχοῦ τῆς οἰκουμένης ἐκτείνων ὑμῶν τὰ κλήματα. βʹ. Ὁρᾷς δι' ὅσων δείκνυσι τὴν ἀγάπην; τῷ τὰ ἀπόῤῥητα εἰπεῖν, τῷ πρώτως ἐπιδραμεῖν τῇ φιλίᾳ, τῷ μεγάλα αὐτοῖς χαρίσασθαι τὰ ἀγαθὰ, τῷ παθεῖν ὑπὲρ αὐτῶν ἅπερ ἔπασχε τότε. Ἀπὸ δὲ τούτου δείκνυσιν, ὅτι καὶ παραμένει διηνεκῶς αὐτοῖς μέλλουσι διδόναι καρπόν. Ἀνάγκη γὰρ τῆς παρ' αὐτοῦ βοηθείας ἀπολαύοντας, οὕτω καὶ καρποφορῆσαι. Ἵνα ὃ ἐὰν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν. Καίτοι τοῦ αἰτουμένου ἐστὶ τὸ ποιῆσαι· εἰ δὲ ὁ Πατὴρ αἰτεῖται, πῶς ὁ Υἱὸς ποιεῖ; Ἵνα μάθῃς, ὅτι οὐκ ἐλάττων ὁ Υἱός. Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, τουτέστιν, Οὐκ ὀνειδίζων ταῦτα λέγω, ὅτι τὴν ψυχήν μου τίθημι, ὅτι πρῶτος ὑμῖν 59.416 ἐπέδραμον, ἀλλ' εἰς φιλίαν ὑμᾶς ἐνάγων. Εἶτα ἐπειδὴ τὸ διώκεσθαι παρὰ τῶν πολλῶν καὶ ὀνειδίζεσθαι χαλεπὸν ἦν καὶ ἀνήκεστον, καὶ ἱκανὸν καὶ τὴν ὑψηλὴν ταπεινῶσαι ψυχὴν, διὰ τοῦτο μυρία προειπὼν, τότε εἰς τοῦτο καθῆκεν ὁ Χριστός. Προλεάνας γὰρ αὐτῶν τὴν ψυχὴν, οὕτως ἐπὶ ταῦτα ἔρχεται, καὶ αὐτὰ ἐκ περιουσίας δεικνὺς ὑπὲρ αὐτῶν ὄντα, ὥσπερ καὶ τὰ ἄλλα ἀπέδειξε. Καθάπερ γὰρ εἶπεν, ὅτι οὐ μᾶλλον οὐκ ἀλγεῖν, ἀλλὰ καὶ χαίρειν δεῖ, ὅτι ἀπέρχομαι πρὸς τὸν Πατέρα (οὐ γὰρ ἐγκαταλιμπάνων αὐτοὺς, ἀλλὰ καὶ σφόδρα φιλῶν, τοῦτο ποιεῖ)· οὕτω καὶ ἐνταῦθα δείκνυσιν, ὅτι χαίρειν, οὐκ ἀλγεῖν δεῖ. Καὶ ὅρα πῶς αὐτὸ κατασκευάζει. Οὐ γὰρ εἶπεν, Οἶδα λυπηρὸν ὂν τὸ πρᾶγμα, ἀλλὰ δι' ἐμὲ φέρετε, ἐπειδὴ καὶ δι' ἐμὲ πάσχετε. Οὐδέπω γὰρ αὕτη ἡ πρόφασις, ἱκανὴ ἦν παραμυθήσασθαι. ∆ιόπερ αὐτὴν ἀφεὶς, ἑτέραν προτίθησι. Ποίαν δὴ ταύτην; Ὅτι τῆς προτέρας ἀρετῆς τοῦτο τεκμήριον. Καὶ τοὐναντίον ἀλγεῖν ἐχρῆν, οὐχ ὅτι μισεῖσθε νῦν, ἀλλ' εἰ ἐμέλλετε φιλεῖσθαι. Τοῦτο γὰρ αἰνίττεται ἐκ τοῦ λέγειν· Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει. Ὥστε εἰ ἐφιλεῖσθε, εὔδηλον ὅτι πονηρίας ἐξεφέρετε δεῖγμα. Εἶτα, ἐπειδὴ τοῦτο προειπὼν οὐκ ἐξειργάσατο αὐτὸ, ἐπεξέρχεται πάλιν τῷ λόγῳ· Οὐκ ἔστι δοῦλος