320
κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι ἐκεῖ μὲν ἃ παρὰ τῶν ἐθνῶν ἔμελλον πάσχειν εἶπεν, ἐνταῦθα δὲ καὶ τὰ Ἰουδαϊκὰ προσέθηκε μετὰ πλείονος τῆς ὑπερβολῆς, καὶ ὅτι ἐπὶ θύραις ἐστὶν ἐδίδαξε. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν λέγει· Ποῦ ὑπάγεις; Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Οὐ μικρὰ καὶ αὕτη παραμυθία τὸ μαθεῖν αὐτοὺς, ὅτι ᾔδει τῆς ἀθυμίας τὴν ὑπερβολήν. Ὑπὸ γὰρ τῆς ἀγωνίας τῆς διὰ τὴν ἐρημίαν τὴν αὐτοῦ, καὶ τοῦ τὰ μέλλοντα ἐκδέχεσθαι αὐτοὺς δεινὰ (οὐδὲ γὰρ ᾔδεσαν εἰ δυνήσονται ἀνδρείως ἐνεγκεῖν) ἐξέστησαν. Τίνος οὖν ἕνεκεν οὐ μετὰ ταῦτα εἶπεν αὐτοῖς, ὅτε τοῦ Πνεύματος κατηξιώθησαν; Ἵνα μάθῃς, ὅτι σφόδρα ἦσαν ἐνάρετοι. Εἰ γὰρ μηδέπω Πνεύματος καταξιωθέντες οὐκ ἀπεπήδησαν, τῇ λύπῃ καταχωσθέντες, ἐννόησον τίνες ἔμελλον ἔσεσθαι τῆς χάριτος ἀπολαύσαντες. Εἰ γὰρ τότε ἀκούσαντες ἤνεγκαν, τῷ Πνεύματι ἂν τὸ πᾶν ἐλογισάμεθα· νῦν δὲ ὁλόκληρος τῆς διανοίας αὐτῶν ἐστιν ὁ καρπὸς, καὶ σαφὴς τοῦ πόθου τοῦ περὶ τὸν Χριστὸν ἀπόδειξις, γυμνὴν ἔτι τὴν διάνοιαν βασανίζοντος. Ἀλλ' ἐγὼ τὴν ἀλήθειαν ὑμῖν λέγω. Ὅρα πῶς παραμυθεῖται αὐτοὺς πάλιν. Οὐ γὰρ τὰ πρὸς χάριν λέγω, φησὶν, ἀλλὰ, κἂν μυριάκις λυπῆσθε, τὸ συμφέρον ἀκοῦσαι δεῖ. Ὑμῖν μὲν γὰρ κατὰ γνώμην ἐστὶν ἐμὲ παρεῖναι· τὸ δὲ συμφέρον ἕτερον. Κηδομένου δέ ἐστι, τὸ μὴ ἐπὶ τοῖς συμφέρουσι τῶν γνωρίμων φείδεσθαι καὶ ἀπάγειν τοῦ λυσιτελοῦντος αὐτούς. Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, φησὶν, ὁ Παράκλητος οὐ μὴ ἔλθῃ. Τί λέγουσιν ἐνταῦθα οἱ τὴν προσήκουσαν περὶ τοῦ Πνεύματος οὐκ ἔχοντες δόξαν; συμφέρει ∆εσπότην ἀπελθεῖν, καὶ δοῦλον παραγενέσθαι; Ὁρᾷς πῶς πολλὴ τοῦ Πνεύματος ἡ ἀξία; Ἐὰν δὲ ἀπέλθω, πέμψω αὐτὸν πρὸς ὑμᾶς. Καὶ τί τὸ κέρδος; Ἐκεῖνος ἐλθὼν, ἐλέγξει τὸν κόσμον· τουτέστιν, Οὐκ ἀτιμωρητὶ ταῦτα πράξουσιν, ἂν ἐκεῖνος ἔλθῃ. Ἱκανὰ μὲν γὰρ καὶ τὰ ἤδη γεγενημένα ἐπιστομίσαι αὐτούς· ὅταν δὲ καὶ δι' ἐκείνου ταῦτα γίνηται, καὶ διδάγματα τελειότερα καὶ σημεῖα μείζονα, πολλῷ μᾶλλον κατακριθήσονται, ὁρῶντες τοσαῦτα ἐν τῷ ὀνόματί μου γινόμενα· 59.422 ὅπερ σαφεστέραν ποιεῖ τῆς ἀναστάσεως τὴν ἀπόδειξιν. Νῦν μὲν γὰρ δύνανται λέγειν, ὅτι ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα· ὅταν δὲ ἴδωσι θάνατον λυόμενον κακίαν ἐκβαλλομένην, χωλείαν φύσεως διορθουμένην, δαίμονας ἐλαυνομένους, Πνεύματος χορηγίαν ἄφατον, καὶ ταῦτα πάντα ἐμοῦ καλουμένου γινόμενα, τί ἐροῦσιν; Ἐμαρτύρησε γὰρ περὶ ἐμοῦ καὶ ὁ Πατήρ· μαρτυρήσει δὲ καὶ τὸ Πνεῦμα. Καίτοι καὶ παρὰ τὴν ἀρχὴν ἐμαρτύρησεν· ἀλλὰ καὶ νῦν τοῦτο ποιήσει. βʹ. Τὸ δὲ, Ἐλέγξει περὶ ἁμαρτίας, τοῦτ' ἔστι, Πᾶσαν ἀπολογίαν αὐτῶν ἐκκόψει, καὶ δείξει πεπλημμεληκότας ἀσύγγνωστα. Καὶ περὶ δικαιοσύνης, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι, καὶ οὐκέτι θεωρεῖτέ με· τουτέστιν, Ὅτι ἄληπτον παρεσχόμην βίον. Καὶ τοῦτο τεκμήριον, τὸ πρὸς τὸν Πατέρα πορεύεσθαι. Ἐπειδὴ γὰρ αὐτῷ ἀεὶ τοῦτο ἐνεκάλουν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ἁμαρτωλὸν αὐτὸν ἔλεγον καὶ παράνομον, φησὶν, ὅτι καὶ ταύτην ἀναιρήσει τὴν πρόφασιν. Εἰ γὰρ τὸ νομίζεσθαι ἐμὲ μὴ εἶναι ἐκ τοῦ Θεοῦ, τοῦτο παράνομον δείκνυσιν· ὅταν δείξῃ τὸ Πνεῦμα ἐκεῖ με ἀπελθόντα, καὶ οὐ πρὸς ὥραν, ἀλλὰ μένοντα ἐκεῖ (τὸ γὰρ, Οὐκ ἔτι θεωρεῖτέ με, τοῦτό ἐστι δηλοῦντος)· τί ἐροῦσι λοιπόν; Ὅρα διὰ δύο τούτων ἀναιρουμένην τὴν πονηρὰν ὑποψίαν. Οὔτε γὰρ τὸ σημεῖα ποιεῖν ἁμαρτωλοῦ (οὐ γὰρ δύναται ἁμαρτωλὸς σημεῖα ποιεῖν), οὔτε τὸ παρὰ Θεῷ εἶναι διαπαντὸς ἁμαρτωλοῦ. Ὥστε οὐκ ἔτι δύνασθε λέγειν, ὅτι Οὗτος ἁμαρτωλός ἐστιν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ. Περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. Πάλιν ἐνταῦθα τὸν περὶ δικαιοσύνης ἀνακινεῖ λόγον, ὅτι κατεπάλαισε τὸν ἀντίδικον. Οὐκ ἂν δὲ ἁμαρτωλὸς ὢν κατεπάλαισεν· ὅπερ οὐδὲ δίκαιός τις ἀνθρώπων ποιῆσαι ἴσχυσεν. Ὅτι γὰρ κατακέκριται δι' ἐμὲ, εἴσονται οἱ καταπατοῦντες αὐτὸν ὕστερον, καὶ τὴν ἀνάστασίν μου σαφῶς εἰδότες, ὅπερ κατακρίνοντός ἐστιν. Οὐ γὰρ ἴσχυσέ με κατασχεῖν. Ἐπεὶ οὖν ἔλεγον, ὅτι δαιμόνιον