333
ἐπιλαβέσθαι τῆς ἄνω πόλεως· τοσαῦτα ἕτερά ἐστι τὰ κωλύματα· ἅπερ ἵνα νικήσωμεν ἅπαντα, τῆς εὐτελείας ἐχώμεθα. Οὕτω γὰρ ἐπιληψόμεθα καὶ τῆς αἰωνίου ζωῆς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.437 ΟΜΙΛΙΑ ΠΑʹ. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, οὓς
ἔδωκάς μοι ἐκ κόσμου. Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον σου τετηρήκασι.
αʹ. Μεγάλης βουλῆς Ἄγγελος λέγεται ὁ Υἱὸς τοῦ Θεοῦ, τῶν τε ἄλλων ἕνεκεν
ὧν ἐδίδαξε, καὶ προηγουμένως ὅτι τὸν Πατέρα εἰς ἀνθρώπους κατήγγειλε· ὅπερ οὖν καὶ νῦν φησιν· Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. Εἰπὼν γὰρ, ὅτι Ἐτελείωσά σου τὸ ἔργον, ἐπεξηγεῖται πάλιν αὐτὸ, λέγων ποῖον ἔργον. Καὶ μὴν δῆλον ἦν τὸ ὄνομα. Καὶ γὰρ ὁ Ἡσαΐας φησίν· Ὀμεῖσθε τὸν Θεὸν τὸν ἀληθινόν. Ἀλλ' ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν λέγω, ὅτι εἰ καὶ δῆλον ἦν, ἀλλ' Ἰουδαίοις, καὶ οὐδὲ τούτοις πᾶσι· νυνὶ δὲ περὶ τῶν ἐθνῶν φησι. Καὶ οὐ τοῦτο μόνον δηλοῖ, ἀλλ' ὅτι καὶ Πατέρα αὐτὸν ἔγνωσαν. Οὐκ ἔστι δὲ ὅμοιον μαθεῖν, ὅτι δημιουργός ἐστι, καὶ ὅτι Υἱὸν ἔχει. Ἐφανέρωσε δὲ αὐτοῦ τὸ ὄνομα καὶ διὰ λόγων, καὶ διὰ πραγμάτων. Οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου. Ὥσπερ ἀνωτέρω φησίν· Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ· καὶ, Ἐὰν μὴ ἑλκύσῃ αὐτὸν ὁ Πατήρ μου· οὕτω καὶ ἐνταῦθα, Οὓς ἔδωκάς μοι. Καὶ μὴν αὐτός φησιν ὁδὸν εἶναι ἑαυτόν. Ὅθεν δῆλον, ὅτι δύο ἐνταῦθα κατασκευάζει διὰ τῶν εἰρημένων, ὅτι τε οὐκ ἐναντίος τῷ Πατρὶ, καὶ ὅτι βούλημα αὐτοῦ τὸ πιστεῦσαι αὐτοὺς τῷ Υἱῷ. Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας. Ἐνταῦθα βούλεται διδάξαι σφόδρα ἀγαπώμενον παρὰ τοῦ Πατρός. Ἐπεὶ ὅτι γε οὐκ ἐδεήθη τοῦ λαβεῖν αὐτοὺς, δῆλον ἐκεῖθεν· αὐτὸς αὐτοὺς καὶ ἐποίησεν, αὐτὸς αὐτῶν προνοεῖ διηνεκῶς. Πῶς οὖν αὐτοὺς ἔλαβεν; Ἀλλ' ὅπερ ἔφην, τοῦτο δηλοῖ τὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν. Εἰ δὲ ἀνθρωπίνως τις βούλοιτο αὐτὸ ἐξετάζειν, καὶ οὕτως ὡς εἴρηται, οὐκέτι ἔσονται τοῦ Πατρός. Εἰ γὰρ ὅτε ὁ Πατὴρ αὐτοὺς εἶχεν, οὐκ εἶχεν αὐτοὺς ὁ Υἱὸς, εὔδηλον ὅτι καὶ ὅτε ἔδωκεν αὐτοὺς τῷ Υἱῷ, αὐτὸς ἀπέστη τῆς δεσποτείας· καὶ τὸ ἀτοπώτερον πάλιν. Εὑρεθήσονται γὰρ, ἡνίκα μὲν ἦσαν παρὰ τῷ Πατρὶ, ἀτελεῖς ὄντες· ὅτε δὲ πρὸς τὸν Υἱὸν ἦλθον, τότε γινόμενοι τέλειοι. Ἀλλὰ γέλως ταῦτα καὶ εἰπεῖν. Τί οὖν 59.438 διὰ τούτου δηλοῖ; Ὅτι καὶ αὐτῷ δέδοκτο τὸ πιστεύειν αὐτοὺς τῷ Υἱῷ. Καὶ τὸν λόγον σου τετηρήκασι, καὶ νῦν ἔγνωσαν ὅτι πάντα, ἃ ἔδωκάς μοι, παρὰ σοῦ ἦσαν. Πῶς τὸν λόγον σου ἐτήρησαν; Τῷ ἐμοὶ πιστεῦσαι καὶ μὴ προσέχειν τοῖς Ἰουδαίοις. Ὁ γὰρ πιστεύων αὐτῷ, φησὶν, Ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστι. Τινὲς μὲν γὰρ λέγουσιν, ὅτι Νῦν ἔγνων ὅτι πάντα, ὅσα δέδωκάς μοι, παρὰ σοῦ ἐστιν· ἀλλ' οὐκ ἂν ἔχοι τοῦτο λόγον. Πῶς γὰρ ἔμελλεν ἀγνοεῖν ὁ Υἱὸς τὰ τοῦ Πατρός; Ἀλλὰ περὶ τῶν μαθητῶν εἴρηται. Ἐξ οὗ γὰρ αὐτὰ εἶπον, φησὶν, ἔμαθον ὅτι πάντα ὅσα ἔδωκάς μοι, παρὰ σοῦ ἐστιν· οὐδὲν ἀλλότριον, οὐδὲν ἴδιον ἐμοὶ παρὰ σοί. Τὸ γὰρ ἴδιον ὡς ἐπ' ἀλλοτρίῳ τὰ πολλὰ τίθησιν. Ἔγνωσαν οὖν ὅτι πάντα, ὅσα ἂν διδάξω, σά ἐστι καὶ διδάγματα καὶ δόγματα. Καὶ πόθεν ἔμαθον; Ἀπὸ τῶν ῥημάτων τῶν ἐμῶν· οὕτω γὰρ καὶ ἐδίδασκον. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ Παρὰ σοῦ ἐξῆλθον· τοῦτο γὰρ διὰ παντὸς ἐσπούδασε κατασκευάσαι Εὐαγγελίου. Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ. Τί λέγεις; ὡς ἀγνοοῦντα τὸν Πατέρα διδάσκεις; ὡς πρὸς ἄνθρωπον οὐκ εἰδότα διαλέγῃ; Τί οὖν βούλεται αὕτη ἡ διαίρεσις; Ὁρᾷς ὅτι δι' οὐδὲν ἕτερον ἡ εὐχὴ γίνεται, ἀλλ' ἵνα μάθωσι τὴν ἀγάπην, ἣν ἔχει εἰς αὐτούς; Ὁ γὰρ μὴ μόνον τὰ παρ' αὐτοῦ παρασχὼν, ἀλλὰ καὶ ἕτερον ἐπὶ τοῦτο παρακαλῶν, πλείονα δείκνυσι τὸν πόθον. Τί οὖν ἐστι, Περὶ τούτων ἐρωτῶ; Οὐχ ὑπὲρ παντὸς τοῦ κόσμου, φησὶν, ἀλλ' ὑπὲρ ὧν ἔδωκάς μοι.