334
Συνεχῶς τίθησι τὸ, Ἔδωκας, ἵνα μάθωσιν, ὅτι τῷ Πατρὶ τοῦτο δοκεῖ. Εἶτα ἐπειδὴ συνεχῶς εἶπε, Σοί εἰσι, καὶ σύ μοι αὐτοὺς ἔδωκας, ἀναιρῶν τὴν πονηρὰν ὑποψίαν, ἵνα μή τις νομίσῃ πρόσφατον αὐτοῦ εἶναι τὴν ἀρχὴν, καὶ νῦν αὐτοὺς εἰληφέναι, τί φησι; Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς. Εἶδες ἰσοτιμίαν; Ἵνα γὰρ μὴ, ἀκούων, ὅτι Ἔδωκάς μοι, νομίσῃς αὐτοὺς ἀλλοτριοῦσθαι τῆς τοῦ Πατρὸς ἐξουσίας, ἢ πρὸ τούτου τῆς τοῦ Υἱοῦ, ἀμφότερα ἀνεῖλεν, 59.439 εἰπὼν ἅπερ εἶπεν· ὡσανεὶ ἔλεγε· Μήτε ἀκούων, ὅτι Ἐμοὶ αὐτοὺς ἔδωκας, νομίσῃς αὐτοὺς ἀλλοτρίους εἶναι τοῦ Πατρὰς (τὰ γὰρ ἐμὰ, αὐτοῦ ἐστι)· μήτε ἀκούων, ὅτι Σοὶ ἦσαν, νομίσῃς ἀλλοτρίους αὐτοὺς εἶναι ἐμοῦ· τὰ γὰρ αὐτοῦ, ἐμά ἐστιν. Ὥστε τὸ, Ἔδωκας, συγκαταβάσεως μόνης ἕνεκεν εἴρηται. Ἅπερ γὰρ ὁ Πατὴρ ἔχει, τοῦ Υἱοῦ ἐστι· καὶ ἅπερ ὁ Υἱὸς ἔχει, τοῦ Πατρός. Τοῦτο δὲ οὐδὲ ἐπὶ Υἱοῦ κατὰ ἄνθρωπον δύναται λέγεσθαι, ἀλλ' ἐπειδὴ μείζονός ἐστιν. Τὸ μὲν γὰρ τοῦ ἐλάττονος, ὅτι τοῦ μείζονός ἐστι, παντί που δῆλον· τὸ δὲ ἔμπαλιν, οὐκέτι. Ἐνταῦθα δὲ ἀντιστρέφει, ἡ δὲ ἀντιστροφὴ τὴν ἰσότητα δηλοῖ. Τοῦτο καὶ ἀλλαχοῦ δηλῶν ἔλεγε· Πάντα τὰ τοῦ Πατρός μου, ἐμά ἐστι, περὶ γνώσεως διαλεγόμενος· τὸ δὲ, Ἔδωκάς μοι, καὶ ὅσα τοιαῦτα, ἵνα δείξῃ, ὅτι οὐχ ὡς ἀλλότριος ἐλθὼν αὐτοὺς ἐπεσπάσατο, ἀλλὰ τοὺς ἰδίους ἔλαβεν. Εἶτα καὶ τὴν αἰτίαν τίθησι καὶ ἀπόδειξιν, λέγων· Καὶ δεδόξασμαι ἐν αὐτοῖς· τουτέστιν, Ἢ ὅτι ἐξουσίαν αὐτῶν ἔχω, ἢ ὅτι δοξάσουσιν ἐμὲ, σοὶ πιστεύοντες καὶ ἐμοὶ, καὶ δοξάσουσιν ὁμοίως. Εἰ δὲ οὐχ ὁμοίως δεδόξασται ἐν αὐτοῖς, οὐκέτι αὐτοῦ ἐστι τὰ ἐκείνου. Οὐδεὶς γὰρ ἐν οἷς οὐκ ἔχει ἐξουσίαν δοξάζεται. βʹ. Πῶς δὲ δεδόξασται ὁμοίως; Ἅπαντες ὁμοίως ἀποθνήσκουσιν ὑπὲρ αὐτοῦ, ὡς καὶ ὑπὲρ τοῦ Πατρὸς, καὶ κηρύσσουσιν, ὥσπερ καὶ τὸν Πατέρα· καὶ ὥσπερ ἐν τῷ ὀνόματι αὐτοῦ λέγουσι πάντα γίνεσθαι, οὕτω καὶ ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ. Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί. Τουτέστι, Κἂν μὴ φαίνωμαι κατὰ σάρκα, διὰ τούτων δοξάζομαι. Τί δήποτε δὲ συνεχῶς λέγει, ὅτι Ἐν τῷ κόσμῳ οὐκ εἰμί· καὶ ὅτι, Ἐπειδὴ ἀφίημι αὐτοὺς, σοὶ αὐτοὺς παρατίθεμαι· καὶ, Ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐγὼ τετήρηκα αὐτούς; Εἰ γὰρ ταῦτα ἁπλῶς ἐκλάβοι τις, πολλὰ ἕψεται τὰ ἄτοπα. Πῶς γὰρ ἂν ἔχοι λόγον, τὸ μὴ εἶναι αὐτὸν ἐν τῷ κόσμῳ, καὶ ὅτε ἄπεισιν, ἑτέρῳ αὐτοὺς παρακαταθέσθαι; Ταῦτα γὰρ ὡς ἀνθρώπου ψιλοῦ χωριζομένου αὐτῶν διηνεκῶς ἦν ῥήματα. Ὁρᾷς ὅτι ἀνθρωπίνως τὰ πλεῖστα διαλέγεται, καὶ πρὸς τὴν αὐτῶν διάνοιαν, νομιζόντων ὅτι πλείονά τινα εἶχον ἀσφάλειαν ἀπὸ τῆς παρουσίας αὐτοῦ; ∆ιό φησιν. Ὅτε ἐγὼ ἤμην, ἐτήρουν αὐτούς. Καὶ μὴν λέγει, ὅτι Ἔρχομαι πρὸς ὑμᾶς, καὶ, Μεθ' ὑμῶν εἰμι ἕως τῆς συντελείας. Πῶς νῦν, ὡς χωρίζεσθαι μέλλων, ταῦτα λέγει; Ἀλλ' ὅπερ ἔφην, πρὸς τὴν ἐκείνων ὑπόνοιαν, ἵνα μικρὸν ἀναπνεύσωσιν, ἀκούοντες αὐτοῦ ταῦτα λέγοντος καὶ παρακατατιθεμένου τῷ Πατρί. Ἐπειδὴ γὰρ πολλὰς παρ' αὐτοῦ παρακλήσεις ἀκούοντες οὐκ ἐπείσθησαν, λοιπὸν τῷ Πατρὶ διαλέγεται, τὴν εἰς αὐτοὺς στοργὴν ἐπιδεικνύμενος· ὡσανεὶ ἔλεγεν· Ἐπειδὴ πρὸς ἑαυτόν με συγκαλεῖς, κατάστησον αὐτοὺς ἐν ἀσφαλείᾳ. Ἐγὼ γὰρ πρὸς σὲ ἔρχομαι. Τί λέγεις; καὶ οὐ δύνασαι τηρεῖν αὐτούς; Ναὶ, δύναμαι. Τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; Ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην· τουτέστιν, Ἵνα μὴ θορυβῶνται ἀτελέστεροι ὄντες. Ταῦτα δὲ εἰπὼν, ἐδήλωσεν ὅτι διὰ τὴν ἐκείνων ἀνάπαυσιν καὶ τὴν χαρὰν πάντα ταῦτα οὕτως ἔλεγεν· ἐπεὶ δοκεῖ ἐναντίος ὁ λόγος εἶναι. Νῦν δὲ οὐκ εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί. Τοῦτο γὰρ ὑπώπτευον 59.440 ἐκεῖνοι· τέως οὖν αὐτοῖς συγκαταβαίνει. Εἰ γὰρ εἶπεν, ὅτι Ἐγὼ τηρῶ αὐτοὺς, οὐκ ἂν οὕτως ἐπίστευσαν· διόπερ φησί· Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματι σου· τουτέστι, ∆ιὰ τῆς σῆς βοηθείας. Ὅτε ἤμην ἐν τῷ κόσμῳ, ἐγὼ αὐτοὺς ἐτήρουν ἐν τῷ ὀνόματί σου Πάλιν ὡς ἄνθρωπος διαλέγεται καὶ ὡς προφήτης· ἐπεὶ οὐδαμοῦ φαίνεται οὐδὲν ἐν τῷ ὀνόματι τοῦ Θεοῦ πεποιηκώς. Οὓς ἔδωκάς μοι, ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφὴ πληρωθῇ. Καὶ ἀλλαχοῦ φησι· Πᾶν ὃ ἔδωκάς μοι, οὐ