366
φυλάξωμεν, ἀλλ' ἵνα χρώμεθα, γεγόνασιν· εἰ δὲ μέλλοιμεν αὐτὰ κατορύττειν ἑτέροις, τί γένοιτ' ἂν ἡμῶν ἀθλιώτερον, οἳ περιτρέχομεν τὰ πάντα συλλαβεῖν σπουδάζοντες, ἵνα ἀποκλείσωμεν ἔνδον, καὶ τὴν κοινὴν ἐκκόψωμεν χρῆσιν; Ἔστι καὶ ἑτέρα νόσος ταύτης οὐχ ἥττων. Οἱ μὲν γὰρ εἰς τὴν γῆν κατορύττουσιν, οἱ δὲ εἰς τὴν γαστέρα, καὶ ἡδονὴν, καὶ μέθην, μετὰ τῆς ἀδικίας καὶ τὴν τῆς ἀσελγείας προστιθέντες ἑαυτοῖς κόλασιν. Καὶ οἱ μὲν παρασίτοις καὶ κόλαξιν, οἱ δὲ κύβοις καὶ πόρναις, οἱ δὲ ἑτέραις τοιαύταις λειτουργοῦσι δαπάναις, μυρίας τέμνοντες ἑαυτοῖς εἰς γέενναν φερούσας ὁδοὺς, τὴν ὀρθὴν καὶ νενομισμένην ἀφέντες, τὴν πρὸς τὸν οὐρανὸν φέρουσαν. Καίτοι γε οὐχὶ κέρδος μόνον, ἀλλὰ καὶ ἡδονὴν μείζονα τῶν εἰρημένων ἔχει. Ὁ μὲν γὰρ πόρναις διδοὺς, καταγέλαστος ἔσται καὶ αἰσχρὸς, καὶ πολλοὺς ἕξει πολέμους, καὶ βραχεῖαν τὴν ἡδονήν· μᾶλλον δὲ οὐδὲ βραχεῖαν· ὅσα γὰρ ἂν δῷ ταῖς ἑταιριζομέναις γυναιξὶν, οὐδεμίαν χάριν αὐτῷ εἴσονται. Πίθος γὰρ τετρημένος ἐστὶν οἶκος ἀλλότριος. Καὶ ἄλλως δὲ, ἰταμὸν τὸ γένος ἐκεῖνο, καὶ τῷ ᾅδῃ προσεοικέναι αὐτῆς τὸν ἔρωτα παρέβαλεν ὁ Σολομῶν· καὶ τότε ἵσταται μόνον, ὅταν πάντων γυμνωθέντα ἴδῃ τὸν ἐραστήν· μᾶλλον δὲ οὐδὲ τότε ἵσταται, ἀλλὰ καὶ ἐπικαλλωπίζεται μειζόνως, καὶ ἐπεμβαίνει κειμένῳ, καὶ πολὺν κατ' αὐτοῦ κινεῖ γέλωτα, καὶ τοσαῦτα αὐτὸν ἐργάζεται κακὰ, ὅσα οὐδὲ ἐπελθεῖν λόγῳ δυνατόν. Ἀλλ' οὐχ ἡ ἡδονὴ τῶν σωζομένων τοιαύτη· οὔτε γὰρ ἀντεραστὴν ἔχει τις ἐνταῦθα, ἀλλὰ πάντες χαίρουσι, καὶ ἀγάλλονται, οἵ τε εὖ πάσχοντες, οἵ τε ὁρῶντες. Οὐ θυμὸς, οὐκ ἀθυμία, οὐκ αἰσχύνη καὶ ὄνειδος τὴν τοῦ τοιούτου πολιορκεῖ ψυχήν· ἀλλὰ πολλὴ μὲν εὐφροσύνη τοῦ συνειδότος, πολλὴ δὲ ἡ τῶν μελλόντων ἐλπίς· λαμπρὰ δὲ ἡ δόξα καὶ πολλὴ ἡ περιφάνεια, καὶ πλείων πάντων ἡ παρὰ τοῦ Θεοῦ εὔνοια καὶ ἀσφάλεια· καὶ κρημνὸς οὐδὲ εἷς, οὐδὲ ὑποψία, ἀλλὰ λιμὴν ἀκύμαντος, καὶ γαλήνη. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ ἡδονὴν ἡδονῇ παραβάλλοντες, ἑλώμεθα τὴν βελτίω, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.477 ΟΜΙΛΙΑ ΠΗʹ. Ὅτε οὖν ἠρίστησαν, λέγει ὁ Ἰησοῦς τῷ Σίμωνι Πέτρῳ, «Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων;» Λέγει αὐτῷ· «Ναὶ, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.» αʹ. Πολλὰ μὲν ἔστι καὶ ἕτερα τὰ δυνάμενα δοῦναι παῤῥησίαν ἡμῖν πρὸς τὸν Θεὸν, καὶ δεῖξαι λαμπροὺς καὶ εὐδοκίμους· τὸ δὲ μάλιστα πάντων παρέχον ἡμῖν τὴν ἄνωθεν εὔνοιαν ἡ περὶ τοὺς πλησίον ἐστὶ κηδεμονία· ὅπερ οὖν καὶ ὁ Χριστὸς ἀπαιτεῖ τὸν Πέτρον. Ἐπειδὴ γὰρ τέλος εἶχεν αὐτοῖς τὰ τῆς ἐδωδῆς, Λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων; Λέγει αὐτῷ· Ναὶ, Κύριε, σὺ οἶδας ὅτι 59.478 φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ πρόβατά μου. Καὶ τί δήποτε, τοὺς ἄλλους παραδραμὼν, τούτῳ περὶ τούτων διαλέγεται; Ἔκκριτος ἦν τῶν ἀποστόλων, καὶ στόμα τῶν μαθητῶν, καὶ κορυφὴ τοῦ χοροῦ· διὰ τοῦτο καὶ Παῦλος ἀνέβη τότε αὐτὸν ἱστορῆσαι παρὰ τοὺς ἄλλους. Ἅμα δὲ καὶ δεικνὺς αὐτῷ, ὅτι χρὴ θαῤῥεῖν λοιπὸν, ὡς τῆς ἀρνήσεως ἐξεληλαμένης, ἐγχειρίζεται τὴν προστασίαν τῶν ἀδελφῶν. Καὶ τὴν μὲν ἄρνησιν οὐ προφέρει, οὐδὲ ὀνειδίζει τὸ γεγονός· λέγει δὲ, ὅτι Εἰ φιλεῖς με, προΐστασο τῶν ἀδελφῶν, καὶ τὴν θερμὴν ἀγάπην, 59.479 ἣν διὰ πάντων ἐπεδείκνυσο, καὶ ἐφ' ᾗ ἠγαλλιάσω, νῦν δεῖξον, καὶ τὴν ψυχὴν, ἣν ἔλεγες θήσειν ὑπὲρ ἐμοῦ, ταύτην ὑπὲρ τῶν προβάτων ἐπίδος τῶν ἐμῶν. Ἐπεὶ οὖν ἅπαξ ἐρωτηθεὶς καὶ δεύτερον, αὐτὸν τὸν τὰ ἀπόῤῥητα τῆς καρδίας εἰδότα μάρτυρα ἐκάλεσε, εἶτα ἠρωτήθη καὶ τρίτον, καὶ συνεταράχθη, πάλιν δεδοικὼς τὰ πρότερα (καὶ γὰρ τότε διισχυριζόμενος ἠλέγχετο μετὰ ταῦτα)· διὰ τοῦτο πάλιν ἐπ' αὐτὸν καταφεύγει. Τὸ γὰρ εἰπεῖν, Σὺ οἶδας πάντα, τουτέστι, τὰ παρόντα καὶ τὰ μέλλοντα. Ὁρᾷς πῶς ἐγένετο βελτίων καὶ σωφρονέστερος, οὐκ αὐθαδιαζόμενος λοιπὸν καὶ ἀντιλέγων; ∆ιὰ γὰρ τοῦτο ἐταράχθη, Μήποτε ἐγὼ μὲν νομίζω φιλεῖν, οὐ φιλῶ δέ· ὥσπερ καὶ πρότερον πολλὰ νομίζων καὶ διισχυριζόμενος, ἠλεγχόμην ὕστερον. Τρίτον δὲ ἐρωτᾷ,