1

 2

2

σφραγίδων ἀποδιδόμενος· δεδεμένος κειρίαις παρετέθη τῷ μνήματι, μετ' αὐτῶν αὖθις τῷ βίῳ δεδεμένος ἀπεδίδοτο. Ἄπιστος γὰρ τῶν Ἰουδαίων ὁ δῆμος, καὶ πρὸς τὴν τῶν θαυμάτων μεγαλουργίαν ἀμφίβολος. Εἶπον ἂν ἐπὶ Λαζάρῳ καὶ νῦν, ὥσπερ ἐπὶ τῷ τυφλῷ θεραπευθέντι ποτέ· Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος. Ὥσπερ οὖν παρακαταθήκην ἀποδώσειν τις μέλλων, καὶ τὴν τοῦ παραθεμένου προορῶν ὑποψίαν, τὰς τῆς παρακαταθήκης διαφυλάττει σφραγῖδας, ἵν' ἡ τῶν σφραγίδων ὄψις τὸν παραθέμενον πείσῃ· οὕτω καὶ ὁ ∆εσπότης Χριστὸς τὸν Λάζαρον ἀποδιδοὺς Ἰουδαίοις ἐκ νεκρῶν, τὴν τετραήμερον ἐν νεκροῖς παραθήκην, τὰ τῶν σπαργάνων αὐτῷ, καθάπερ τινὰ σφραγῖδα, συνεξάγει σημεῖα, ἵνα λύοντες ἴδωσιν, ὡς οὐκ ἄλλος τις, ἀλλ' αὐτὸς, ὃν κατέθεντο.

Ἀλλ' ἡ τῆς ἀπιστίας ἀδιόρθωτος πήρωσις· γνωρίσαντες γὰρ τὸν νεκρὸν ἐφθόνουν τῷ θαύματι, καὶ τυφλὴν διενοοῦντο βουλήν. Ἐβουλεύσαντο γὰρ, φησὶν, οἱ ἀρχιερεῖς, ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν· ὅτι δι' αὐτὸν πολλοὶ τῶν Ἰουδαίων ὑπήγοντο καὶ ἐπίστευον εἰς αὐτόν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.