1

 2

 3

 4

 5

 6

3

τὴν τοῦ δούλου ἀπόφασιν. Ἤθελε γὰρ αὐτὸν τὸν δήσαντα τὰς νεφέλας τῇ στειρώσει τῶν πλουτιαίων ὑετῶν, θᾶττον λυθῆναι τὴν συμφορὰν τῆς ἀνυδρίας. Ὁ δὲ Ἠλίας οὐ προσέθετο τῇ διαλλαγῇ. Ἄλλως γὰρ ὁ Θεὸς σπλαγχνίζεται, καὶ ἄλλως ἄνθρωπος σκληρύνεται. Ὁ Κύριος οὖν ἐπὶ τῇ σκληρίᾳ τοῦ δούλου ἤθελε παρακαλέσαι τὸν δοῦλον, ἵνα δανείσῃ τῇ γῇ ὑετὸν διὰ τοῦ λόγου. Ἀνοίκειον γὰρ τῷ Θεῷ ἦν ἄνθρωπον παρακαλέσαι· διὸ καὶ ὡς Θεὸς ἄλλην μετῆλθε πραγματείαν. Ποίαν ταύτην; Ἄκουε συνετῶς· τῆς ἀβροχίας τοίνυν ἐπιτεινομένης, ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ οὐκ ὠγκώθη πρὸς ὄμβρων τόκον νεφέλη. Ἤρξατο οὖν ὁ Ἠλίας ὀλιγωρεῖν τῇ δίψῃ, ἀλλ' ὅμως ἐκαρτέρει βαστάζων τὴν ἔνδειαν, ἐκ φιλονεικίας τοῦτο ποιῶν· ἤθελε γὰρ καὶ αὐτὸς ἐκτριβῆναι, ἢ διαλλαγῆναι τῷ οἴκῳ Ἀχαάβ. Τί οὖν ὁ Κύριος; Σοφί 61.704 ζεται τὸν ἴδιον δοῦλον, οὐ παρακαλῶν, ἀλλὰ λέγων· Ἀνάστηθι ἐντεῦθεν, καὶ πορεύθητι εἰς τὸν χειμάῤῥουν Χοῤῥὰθ τοῦ ἐπὶ προσώπου τοῦ Ἰορδάνου, καὶ πίεσαι ὕδωρ ἐκ τοῦ χειμάῤῥου, καὶ τοῖς κόραξιν ἐντελοῦμαι τοῦ διατρέφειν σε ἐκεῖ. Ταῦτα δὲ ἔφη ὁ Κύριος, οὐχ ἵνα θρέψῃ τὸν Ἠλίαν, ἀλλ' ἵνα ὑβρίσῃ· οὐχ ἵνα τιμήσῃ, ἀλλ' ἵνα διὰ τῆς ἐφυβρίστου τροφῆς εἰς συμπάθειαν αὐτὸν ἑλκύσῃ.

Ἀνοίκειον γὰρ ἦν τὸν προφήτην διὰ κοράκων τραφῆναι, καὶ κρεοφόρον αὐτῷ τράπεζαν παρατεθῆναι τῷ ἐξ ἀρχῆς ἀσκητικοὺς πόνους διατεμόντι. Ἴσχυε γὰρ ὁ Κύριος ἢ διὰ περιστερῶν θρέψαι τὸν δίκαιον, ἢ διὰ τῆς τοῦ μάννα δόσεως, καθ' ὁμοιότητα τῶν υἱῶν Ἰσραὴλ, ἢ παραπλησίως τῷ ∆ανιὴλ φακοφόρον ἄνδρα τὸν Ἀμβακοὺμ παραστῆσαι· ἴσχυεν ὁ Κύριος τὸν Ἠλίαν σεμνῶς διαθρέψαι, ἐπειδὴ καὶ ἐν ἄλλῃ καθόδῳ σεμνῶς αὐτὸν διέθρεψεν. Ἡνίκα γὰρ ἄλλοτε Ἠλίας φεύγων τὴν Ἰεζάβελ ἔρημον κατέλαβε, καὶ ἐν τῇ ἐρήμῳ ἐκάθευδε σὺν πολλῷ τῷ λιμῷ καὶ τῇ δίψῃ, ὅτι πολλὴ ἡ τῆς φυγῆς ὁδὸς, τίθησιν οὖν ὁ Κύριος πρὸς κεφαλὴν αὐτοῦ ἄρτον καὶ ὕδωρ, καὶ αὖθις νύττει τὴν πλευρὰν αὐτοῦ, καὶ οὐκ ἄλλο μέρος. ∆ιὰ τί; Ἄκουε συνετῶς· τὴν πλευρὰν αὐτοῦ νύττει, ἐπειδὴ ἀπειλὴν πλευρᾶς ἔφυγε. Καὶ πρὸς αὐτὸν ὁ Κύριος· Ἠλία, ἀνάστηθι, καὶ φάγε καὶ πίε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. Ἀναστὰς δὲ ὁ Ἠλίας καὶ φαγὼν καὶ πιὼν, ἐπορεύθη ἐν τῇ ἰσχύϊ τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, οὐχ ὡς πεινῶν, ἀλλ' ὡς ἐμπεπλησμένος. Τοιαύτη γὰρ ἡ θεοδώρητος βρῶσις. Ὁ ἐκεῖσε τοίνυν γνησίως διαθρέψας, ἴσχυσε καὶ ἐν τῷ παρόντι οὐρανόθεν αὐτὸν διαθρέψαι· ἀλλὰ παρίστησιν αὐτῷ ἀνοίκειον τράπεζαν, ὅπως διὰ τῆς ἐφυβρίστου τροφῆς καμφθῇ πρὸς συμπάθειαν καὶ οἶκτον. Ὁ δὲ ἔμενεν ἀκαμπής. ∆έον γὰρ τὸν Ἠλίαν ἀκούσαντα τοῦ Κυρίου λέγοντος· Πίεσαι ἐκ τοῦ χειμάῤῥου, καὶ τοῖς κόραξιν ἐντελοῦμαι τοῦ διατρέφειν σε ἐκεῖ, προσπεσεῖν, ἱκετεῦσαι, καὶ εἰπεῖν, Μηδαμῶς, Κύριε· οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κοινὸν καὶ ἀκάθαρτον· κόρακάς μοι παριστᾷς τοὺς ἐπιβούλους τοῦ Νῶε; κρεοφόρον τράπεζαν εὐτρεπίζεις ὡς ἐθνικῷ καὶ ἀλλοφύλῳ, ἀσκητικοῖς ἔθεσιν ἐξ ἀρχῆς προσεντραφέντι; ἔδει ταῦτα παρακλητικῶς τὸν Ἠλίαν προσενέγκαι τὰ ῥήματα. Ἀλλ' οὐδὲν τούτων ὁ Ἠλίας· ᾔδει γὰρ, ὅτι ἐὰν αἰτιάσηται τὴν ἀνοίκειον τράπεζαν, ἐρεῖ πρὸς αὐτὸν ὁ Κύριος· Τί λέγεις, ὦ Ἠλία; οὐ καταδέχῃ πιεῖν ῥυπαρὸν ὕδωρ, ὑετὸν μὴ ἐάσας κατελθεῖν; ἐπυράκτωσας γὰρ τὴν γῆν τοῦ Ἰσραήλ· οὐκ ἔστιν εὑρεῖν σταγόνα ὕδατος ἐν φρέατι, οὔτε ἐν πηγῇ νοτίδα. Ὃ οὖν ἐποίησας, κατάδεξαι. Οὐ προσδέχῃ κρεοφόρον κοράκων τροφήν; Οὐκ ἔστιν εὑρεῖν ἄρτον, οὐδὲ στάχυν, οὐδὲ χλοηφόρον λάχανον, μήποτε ὄμβρου μήτε δρόσου πεσούσης ἐπὶ τῆς γῆς τῇ σῇ τοῦ στόματος κλειθρώσει· οὐδὲν ἔστιν εὑρεῖν, εἰ μὴ κρέα μόνα, καὶ ταῦτα νεκριμαῖα, τῶν ζώων τελευτησάντων τῇ ἐκλείψει τῶν τροφῶν. Τί οὖν οὐ προσδέχῃ τὴν τράπεζαν τῶν σῶν καμάτων; Ὅπως οὖν μηδὲν τούτων ἀκούσῃ ὁ Ἠλίας, κατεδέξατο τὴν ἀνοίκειον τράπεζαν.

Εἵλατο γὰρ μᾶλλον ἀνομβρίαν βαστάσαι πολυχρόνιον, ἢ τὸν ὀμβροφόρον δανεῖσαι λόγον. Τί οὖν ὁ πάνσοφος Κύριος; Ὡς εἶδεν αὐτὸν προσμένοντα τῇ σκληρίᾳ,