1

 2

 3

 4

 5

 6

6

ἀναπλάττων διαλελυμένον χοῦν; τίς ὁ ἐξυπνίζων νεκρὸν ὡς ἐξ ὕπνου; τίς ὁ ἀδαμαντίνας πύλας διαῤῥήσσων; τίς ὁ βοῶν, Λάζαρε, δεῦρο ἔξω; ἡ φωνὴ μὲν ἀνθρωπόφθογγος, καὶ ἡ δύναμις θεοδύναμος. Τίς ὁ καλῶν; οὐκ ἔστιν ἄνθρωπος· τὸ μὲν σχῆμα ἀνθρώπου, ἡ δὲ φωνὴ Θεοῦ. Προπέμψωμεν Λάζαρον, ὀξέως αὐτὸν ἀναφορήσωμεν, μὴ κατέλθῃ ὧδε ὁ καλῶν αὐτὸν, μὴ βραδύνοντος τούτου ὧδε κατέλθῃ ὁ καλῶν. Ἤρξαντο σαλεύεσθαι οἱ νεκροὶ καὶ κινεῖσθαι. Ἕνα ζημιωθῶμεν, φησὶ, καὶ μὴ ἅπαντας ἀπολέσωμεν.

Οὕτως ὁ Λάζαρος ἐξεπήδησεν ἐκ τοῦ κόλπου τοῦ ᾅδου αἰνῶν καὶ εὐλογῶν καὶ δοξάζων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἐνταῦθα τὸν λόγον σφραγίσωμεν· τὰ βαΐα τῶν φοινίκων ἀναλεγόμενοι εἰς ἀπάντησιν τοῦ Κυρίου ἐξέλθωμεν βοῶντες καὶ λέγοντες· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.