30
τοίνυν ἀποστῇς αὐτῶν ἐμβληθέντων· ἀλλ' ὅταν ὁ διάβολος κελεύῃ τοὺς μὴ προσκυνήσαντας τῷ χρυσῷ βαλεῖν εἰς τὴν κάμινον τῆς πενίας, μὴ τῶν ἐμβαλλόντων, ἀλλὰ τῶν ἐμβαλλομένων γίνου, ἵνα γένῃ τῶν σωζομένων, καὶ μὴ τῶν καιομένων. Καὶ γὰρ μεγίστη δρόσος, τὸ μὴ κατέχεσθαι ἐπιθυμίᾳ πλούτου, τὸ πένησιν ὁμιλεῖν. Οὗτοι πάντων εἰσὶν εὐπορώτεροι, οἱ τὴν ἐπιθυμίαν τοῦ πλούτου καταπατήσαντες. Ἐπεὶ καὶ ἐκεῖνοι καταφρονήσαντες τότε τοῦ βασιλέως, ἐγένοντο τοῦ βασιλέως λαμπρότεροι. Καὶ σὺ τοίνυν, ἂν ὑπερίδῃς τῶν ἐν τῷ κόσμῳ πραγμάτων, τοῦ κόσμου παντὸς ἔσῃ τιμιώτερος, κατὰ τοὺς ἁγίους ἐκείνους, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Ἵν' οὖν ἄξιος γένῃ τῶν οὐρανίων, καταγέλασον τῶν παρόντων. Οὕτω γὰρ καὶ ἐνταῦθα ἔσῃ λαμπρότερος, καὶ τῶν μελλόντων ἀπολαύσεις ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
57.55 ΟΜΙΛΙΑ Εʹ. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν
ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.»
αʹ. Πολλῶν ἀκούω λεγόντων, ὅτι παρόντες μὲν καὶ τῆς ἀκροάσεως
ἀπολαύοντες, συστελλόμεθα· ἐξελθόντες δὲ, ἕτεροι πάλιν ἀνθ' ἑτέρων γινόμεθα, τὸ πῦρ τῆς προθυμίας σβεννύντες. Τί οὖν ἂν γένοιτο, ὅπως τοῦτο μὴ γίνηται; Σκοπήσωμεν ὅθεν γίνεται. Πόθεν οὖν γίνεται ἡμῖν ἡ τοσαύτη μεταβολή; Ἀπὸ τῆς διατριβῆς τῆς μὴ προσηκούσης, καὶ τῆς τῶν πονηρῶν ἀνθρώπων συνουσίας. Οὐ γὰρ ἐχρῆν ἀπὸ τῆς συνάξεως ἀναχωροῦντας, εἰς τὰ μὴ προσήκοντα τῇ συνάξει ἐμβάλλειν ἑαυτοὺς πράγματα· ἀλλ' εὐθέως οἴκαδε ἐλθόντας τὸ βιβλίον μεταχειρίζεσθαι, καὶ τὴν γυναῖκα καὶ τὰ παιδία πρὸς τὴν κοινωνίαν τῆς τῶν εἰρημένων καλεῖν συλλογῆς, καὶ τότε τῶν βιωτικῶν ἅπτεσθαι πραγμάτων. Εἰ γὰρ ἀπὸ βαλανείου οὐκ ἂν ἕλοιο εἰς ἀγορὰν ἐμβάλλειν, ὥστε μὴ τὴν ἐκεῖθεν ἄνεσιν λυμήνασθαι τοῖς ἐν ἀγορᾷ πράγμασι· πολλῷ μᾶλλον ἀπὸ συνάξεως τοῦτο ποιεῖν ἐχρῆν. Νῦν δὲ τοὐναντίον ποιοῦμεν· διὰ δὴ τοῦτο καὶ πάντα ἀπόλλυμεν. Οὔπω γὰρ τῆς ὠφελείας τῶν λεχθέντων παγείσης καλῶς, ἡ πολλὴ ῥύμη τῶν ἔξωθεν προσπιπτόντων πάντα παρασύρασα οἴχεται. Ἵν' οὖν μὴ τοῦτο γίνηται, ἀπὸ συνάξεως ἀναχωρῶν, μηδὲν ποιοῦ τῆς τῶν εἰρημένων συλλογῆς ἀναγκαιότερον. Καὶ γὰρ ἐσχάτης ἀγνωμοσύνης ἂν εἴη, πέντε καὶ ἓξ ἡμέρας τοῖς βιωτικοῖς ἀπονέμοντας, τοῖς πνευματικοῖς μηδὲ μίαν ἡμέραν, μᾶλλον δὲ μηδὲ μικρὸν τῆς ἡμέρας μέρος διδόναι. Οὐχ ὁρᾶτε τὰ παιδία τὰ ἡμέτερα, ὅτι τὰ μαθήματα, ἅπερ ἂν δέξωνται, ταῦτα δι' ὅλης μελετῶσι τῆς ἡμέρας; Τοῦτο δὴ καὶ ἡμεῖς ἐργασώμεθα· ἐπεὶ πλέον οὐδὲν ἡμῖν ἔσται τῆς ἐνταῦθα ἀφίξεως, εἰς πίθον τετρημένον ἀντλοῦσι καθ' ἑκάστην ἡμέραν, καὶ μηδὲ τοσαύτην παρεχομένοις σπουδὴν τῇ τῶν εἰρημένων φυλακῇ, ὅσην περὶ χρυσὸν καὶ ἄργυρον ἐπιδεικνύμεθα. ∆ηνάρια μὲν γάρ τις ὀλίγα λαβὼν, καὶ εἰς βαλάντιον ἀποτίθεται, καὶ σφραγῖδα ἐπιτίθησιν· ἡμεῖς δὲ καὶ χρυσίου καὶ λίθων πολυτελῶν τιμιώτερα δεχόμενοι λόγια, καὶ τοὺς τοῦ Πνεύματος ὑποδεχόμενοι θησαυροὺς, οὐκ εἰς τὰ ταμιεῖα τῆς ψυχῆς ἀποτιθέμεθα, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχεν ἐῶμεν τῆς ἡμετέρας διανοίας ἐκρεῖν. Τίς οὖν ἡμᾶς ἐλεήσει λοιπὸν, ἐπιβουλεύοντας ἑαυτοῖς, καὶ εἰς τοσαύτην ἐμβάλλοντας πενίαν; Ἵν' οὖν μὴ τοῦτο γίνηται, γράψωμεν ἑαυτοῖς νόμον ἀκίνητον, καὶ ταῖς γυναιξὶ καὶ τοῖς παισὶ τοῖς ἡμετέροις, μίαν τῆς ἑβδομάδος ἡμέραν ταύτην ὅλην ἀνατιθέναι τῇ ἀκροάσει καὶ τῶν ἀκουσθέντων τῇ συλλογῇ. Οὕτω γὰρ καὶ εὐμαθέστεροι πρὸς τὰ μέλλοντα ῥηθήσεσθαι ἀπαντήσομεν, καὶ ἡμῖν ἐλάττων ὁ πόνος ἔσται, καὶ ὑμῖν τὸ κέρδος πλέον, ὅταν τὰ πρώην εἰρημένα φέροντες