101
τρυφῶντα καὶ πλουτοῦντα, πάντα ἀποδυόμενον, καὶ πτερούμενον, καὶ πρὸς λιμὸν καὶ πενίαν, καὶ πρὸς σκληραγωγίαν ἅπασαν, καὶ πρὸς κινδύνους, καὶ πρὸς αἷμα, καὶ πρὸς σφαγὴν, καὶ πρὸς πάντα τὰ δοκοῦντα εἶναι δεινὰ παρατεταγμένον, μὴ σαφῆ λαβεῖν τῶν μελλόντων ἐντεῦθεν ἀπόδειξιν; Ἂν δὲ τοῖς παροῦσιν ἑαυτοὺς ἐμπλέκωμεν, καὶ ἐνδοτέρω ὠθῶμεν, πῶς δυνήσονται πεισθῆναι, ὅτι πρὸς ἀποδημίαν ἐπειγόμεθα ἑτέραν; Τίς δὲ ἡμῖν ἔσται ἀπολογία λοιπὸν, ὅταν ὅσον ἴσχυσεν ἡ ἀνθρωπίνη δόξα παρὰ τοῖς Ἑλλήνων φιλοσόφοις, μὴ ἰσχύῃ παρ' ἡμῖν ὁ τοῦ Θεοῦ φόβος; Καὶ γὰρ ἐκείνων τινὲς καὶ χρήματα ἀπεδύσαντο, καὶ θανάτου κατεφρόνησαν, ἵνα ἀνθρώποις ἐπιδείξωνται· διὸ καὶ κεναὶ γεγόνασιν αὐτῶν αἱ ἐλπίδες. Τίς οὖν ἡμᾶς ἐξαιρήσεται λόγος, ὅταν τοσούτων προκειμένων, καὶ τοσαύτης φιλοσοφίας ἡμῖν ἀνοιχθείσης, μηδὲ τὰ αὐτὰ δυνηθῶμεν ἐκείνοις, ἀλλὰ καὶ ἑαυτοὺς καὶ ἑτέρους προσαπόλλυμεν; Οὐδὲ γὰρ οὕτω βλάπτει Ἕλλην παράνομα πράσσων, ὡς Χριστιανὸς ταῦτα ποιῶν· καὶ μάλα εἰκότως. Ἐκείνων μὲν γὰρ διεφθαρμένη ἡ δόξα· ἡ δὲ ἡμετέρα διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ παρὰ τοῖς ἀσεβέσι σεμνὴ καὶ περιφανής. ∆ιὸ ὅταν μάλιστα ἡμῖν ὀνειδίσαι βούλωνται, καὶ τὴν κατηγορίαν αὐξῆσαι, τοῦτο ἐπιλέγουσιν, οἷον, Ὁ Χριστιανός· οὐκ ἂν εἰπόντες, εἰ μὴ μεγάλην περὶ τοῦ δόγματος ἔσχον ὑπόνοιαν Οὐκ ἤκουσας πόσα ὁ Χριστὸς ἐπέταξε καὶ ἡλίκα; Πότε οὖν δυνήσῃ μίαν ἐκείνων ἀνύσαι τῶν ἐντολῶν, ὅταν πάντα ἀφεὶς περιέρχῃ τόκους συλλέγων, δανείσματα ῥάπτων, πραγματείας συντιθεὶς, ἀγέλας ἀνδραπόδων ὠνούμενος, ἀργυρᾶ σκεύη κατασκευάζων, ἀγροὺς καὶ οἰκίας καὶ ἔπιπλα ἀγοράζων μυρία; Καὶ εἴθε τοῦτο μόνον. Ὅταν δὲ ταῖς ἀκαίροις ταύταις σπουδαῖς καὶ ἀδικίαν προστιθῇς, γῆν ἀποτεμνόμενος, οἰκίας ἀποσπῶν, πενίαν ἐπιτρίβων, λιμὸν αὔξων, πότε δυνήσῃ τῶν προθύρων ἐπιβῆναι τούτων; Ἀλλ' ἔστιν ὅτε καὶ πένητας ἐλεεῖς. Οἶδα κἀγώ· ἀλλὰ καὶ ἐκεῖ πολλὴ πάλιν ἡ λύμη. Ἢ γὰρ μετὰ τύφου, ἢ μετὰ κενοδοξίας τοῦτο ποιεῖς, ἵνα μηδὲ ἐν τοῖς ἀγαθοῖς κερδάνῃς· οὗ τί γένοιτ' ἂν ἀθλιώτερον, ὅταν καὶ ἐν τῷ λιμένι ναυαγῇς; Ἵν' οὖν μὴ τοῦτο γένηται, ποιήσας τι καλὸν, μὴ ζήτει παρ' ἐμοῦ τὴν χάριν, ἵνα τὸν Θεὸν ἔχῃς ὀφειλέτην. ∆ανείζετε γὰρ, φησὶ, παρ' ὧν μὴ προσδοκᾶτε λήψεσθαι. Ἔχεις χρεώστην· τί ἐκεῖνον ἀφεὶς, ἐμὲ ἀπαιτεῖς, ἄνθρωπον πένητα καὶ ταλαίπωρον; Μὴ γὰρ ἀγανακτεῖ ὁ χρεώστης ἀπαιτούμενος; μὴ γὰρ πένης ἐστί; μὴ γὰρ οὐ βούλεται καταθεῖναι; Οὐχ ὁρᾷς αὐτοῦ τοὺς ἀφάτους θησαυρούς; οὐχ ὁρᾷς τὴν ἀνεκδιήγητον φιλοτιμίαν; Αὐτὸν τοίνυν κάτασχε καὶ ἀπαίτησον· οὕτω γὰρ ἀπαιτούμενος χαίρει. Ὅτι ἂν ἕτερον ἀπαιτούμενον ἴδῃ ἀνθ' ὧν αὐτὸς ὀφείλει, ὡς ὑβρισθεὶς οὕτω διακείσεται· καὶ οὐκέτι σοι ἀποδίδωσιν, ἀλλὰ καὶ ἐγκαλεῖ δικαίως. Ποίαν γάρ μου ἀγνωμοσύνην κατέγνως; φησί· ποίαν μοι πενίαν σύνοιδας, ὅτι παραδραμὼν ἐμὲ ἐφ' ἑτέρους ἔρχῃ; Ἄλλῳ ἐδάνεισας, καὶ ἄλλον ἀπαιτεῖς; Εἰ γὰρ καὶ ἄνθρωπος ὑπεδέξατο, ἀλλ' ὁ Θεὸς ἐκέλευσε καταβαλεῖν· καὶ αὐτὸς καὶ πρωτότυπος ὀφειλέτης καὶ ἐγγυητὴς εἶναι βούλεται, μυρίας σοι παρέχων ἀφορμὰς τοῦ πάντοθεν 57.236 αὐτὸν ἀπαιτεῖν. Μὴ δὴ οὖν τοσαύτην εὐκολίαν καὶ εὐπορίαν ἀφεὶς, παρ' ἐμοῦ ζήτει λαβεῖν τοῦ μηδὲν ἔχοντος. Τίνος γὰρ ἕνεκεν ἐμοὶ ἐπιδείκνυσαι ἐλεῶν πένητα; Μὴ γὰρ ἐγώ σοι εἶπον, ∆ός; μὴ γὰρ παρ' ἐμοῦ ἤκουσας, ἵνα καὶ παρ' ἐμοῦ ἀπαιτήσῃς; Αὐτὸς εἶπεν· Ὁ ἐλεῶν πένητα, δανείζει Θεῷ. Θεῷ ἐδάνεισας· αὐτῷ περίθες. Ἀλλ' οὐκ ἀποδίδωσι τὸ πᾶν νῦν. Καὶ τοῦτο ὑπὲρ σοῦ ποιεῖ. Τοιοῦτος γάρ ἐστιν ὀφειλέτης· οὐχ ὡς πολλοὶ τὸ δανεισθὲν σπουδάζουσιν ἀποδοῦναι μόνον, ἀλλ' ὥστε καὶ τὸ δοθὲν ἐν ἀσφαλείᾳ καταθεῖναι, πάντα πραγματεύεται καὶ ποιεῖ. ∆ιά τοι τοῦτο τὰ μὲν ἐνταῦθα καταβάλλει, τὰ δὲ ἐκεῖ ταμιεύεται. ιʹ. Ταῦτ' οὖν εἰδότες πολὺν ποιῶμεν τὸν ἔλεον, καὶ πολλὴν τὴν φιλανθρωπίαν ἐπιδειξώμεθα, καὶ διὰ χρημάτων, καὶ διὰ πραγμάτων. Κἂν ἴδωμέν τινα κακῶς πάσχοντα καὶ τυπτόμενον ἐν ἀγορᾷ, κἂν ἀργύριον δυνατὸν καταβαλεῖν, ποιῶμεν· κἂν λόγοις δυνατὸν διαλῦσαι, μὴ ὀκνῶμεν. Ἔστι γὰρ καὶ λόγου μισθὸς, μᾶλλον δὲ καὶ στεναγμῶν· καὶ τοῦτο ὁ μακάριος Ἰὼβ ἔλεγεν· Ἐγὼ δὲ