114
καταλλαγῇς, φησὶ, διὰ τῆς εἰς ἐκεῖνον ἀγάπης καὶ ἐμὲ ἕξεις ἵλεων, καὶ μετὰ πολλῆς δυνήσῃ τῆς παῤῥησίας τὴν θυσίαν προσαγαγεῖν. Εἰ δὲ φλεγμαίνεις ἔτι, ἐννόησον ὅτι κἀγὼ ἡδέως τὰ ἐμὰ καταφρονεῖσθαι κελεύω, ἵνα ὑμεῖς φίλοι γένησθε· καὶ ταῦτά σοι γενέσθω παραμυθία τῆς ὀργῆς. Καὶ οὐκ εἶπεν, Ὅταν τὰ μεγάλα ἠδικημένος ᾖς, τότε καταλλάγηθι· ἀλλὰ, Κἂν τὸ τυχὸν ἔχῃ τι κατὰ σοῦ. Καὶ οὐ προσέθηκεν, Εἴτε δικαίως, εἴτε ἀδίκως· ἀλλ' ἁπλῶς, Ἐὰν ἔχῃ τι κατὰ σοῦ. Κἂν γὰρ δικαίως, οὐδὲ οὕτως ἐπιτείνειν δεῖ τὴν ἔχθραν· ἐπεὶ καὶ ὁ Χριστὸς δικαίως ἡμῖν ὠργίζετο, ἀλλ' ὅμως ἑαυτὸν ὑπὲρ ἡμῶν ἐξέδωκεν εἰς σφαγὴν, μὴ λογισάμενος ἐκεῖνα τὰ παραπτώματα. ιʹ. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἑτέρῳ τρόπῳ πρὸς τὰς καταλλαγὰς ἐπείγων ἡμᾶς, ἔλεγεν· Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Ὥσπερ γὰρ ἐντεῦθεν ἀπὸ τῆς θυσίας ὁ Χριστὸς, οὕτως ἀπὸ τῆς ἡμέρας ἐκεῖ συνωθεῖ πρὸς τὸ αὐτὸ τοῦτο ὁ Παῦλος. Καὶ γὰρ δέδοικε τὴν νύκτα, μή ποτε μόνον ἀπολαβοῦσα τὸν πεπληγότα, μεῖζον τὸ ἕλκος ἐργάσηται. Ἐν ἡμέρᾳ μὲν γὰρ πολλοὶ οἱ περισπῶντες καὶ ἀνθέλκοντες· ἐν νυκτὶ δὲ, ἐπειδὰν μόνος γένηται, καὶ καθ' ἑαυτὸν ἀναλογίζηται, ὀγκοῦται τὰ κύματα, καὶ μείζων ἡ ζάλη γίνεται. ∆ιὰ τοῦτο οὖν προκαταλαμβάνων ὁ Παῦλος, καταλλαγέντα βούλεται παραδοῦναι τῇ νυκτὶ, ἵνα μηδεμίαν ἀπὸ τῆς ἐρημίας ἀφορμὴν ἔχῃ λοιπὸν ὁ διάβολος εἰς τὸ τὴν κάμινον ἀνάψαι τῆς ὀργῆς, καὶ ποιῆσαι σφοδροτέραν. Οὕτω καὶ ὁ Χριστὸς οὐκ ἀφίησιν οὐδὲ μικρὸν ὑπερτίθεσθαι, ἵνα μὴ τῆς 57.252 θυσίας πληρωθείσης, ῥᾳθυμότερος ὁ τοιοῦτος γένηται, ἡμέραν ἐξ ἡμέρας ἀναβαλλόμενος. Οἶδε γὰρ τὸ πάθος πολλῆς δεόμενον τῆς ταχυτῆτος· καὶ καθάπερ σοφὸς ἰατρὸς οὐ μόνον τὰ προφυλακτικὰ τῶν νοσημάτων τίθησιν, ἀλλὰ καὶ τὰ διορθωτικά· οὕτω καὶ αὐτὸς ποιεῖ. Τὸ μὲν γὰρ κωλύειν καλεῖν μωρὸν, προφυλακτικόν ἐστι τῆς ἔχθρας· τὸ δὲ κελεύειν καταλλαγῆναι, τῶν μετὰ τὴν ἔχθραν γινομένων νοσημάτων ἀναιρετικόν. Καὶ ὅρα πῶς ἑκάτερον μετὰ σφοδρότητος κεῖται. Ἐκεῖ μὲν γὰρ γέενναν ἠπείλησεν, ἐνταῦθα δὲ τὸ δῶρον οὐ δέχεται πρὸ τῆς καταλλαγῆς, πολλὴν ἐνδεικνύμενος τὴν ὀργὴν, καὶ διὰ πάντων τούτων καὶ τὴν ῥίζαν καὶ τὸν καρπὸν ἀναιρῶν. Καὶ πρῶτον μέν φησι, Μὴ ὀργίζου· μετὰ δὲ ταῦτα, Μὴ λοιδόρει. Καὶ γὰρ ἀμφότερα ταῦτα δι' ἀλλήλων αὔξεται· ἀπὸ τῆς ἔχθρας ἡ λοιδορία, ἀπὸ τῆς λοιδορίας ἡ ἔχθρα. ∆ιὰ δὴ τοῦτο νῦν μὲν τὴν ῥίζαν, νῦν δὲ τὸν καρπὸν ἰᾶται· κωλύων μὲν καὶ φῦναι τὴν ἀρχὴν τὸ κακὸν, ἂν δ' ἄρα βλαστήσῃ καὶ καρπὸν ἐνέγκῃ τὸν πονηρότατον, πάντοθεν αὐτὸν κατακαίων μειζόνως. ∆ιά τοι τοῦτο καὶ κρίσιν εἰπὼν, καὶ συνέδριον, καὶ γέενναν, καὶ περὶ τῆς αὐτοῦ θυσίας διαλεχθεὶς, καὶ ἕτερα προστίθησι πάλιν οὕτω λέγων· Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ. Ἵνα γὰρ μὴ λέγῃς· Τί οὖν, ἂν ἀδικῶμαι; τί οὖν, ἂν ἁρπάζωμαι, καὶ εἰς δικαστήριον ἕλκωμαι; καὶ ταύτην ἀνεῖλε τὴν ἀφορμὴν καὶ τὴν πρόφασιν· κελεύει γὰρ μηδὲ οὕτως ἐχθραίνειν. Εἶτα, ἐπειδὴ τοῦτο μέγα ἦν τὸ ἐπίταγμα, ἀπὸ τῶν παρόντων ποιεῖται τὴν συμβουλὴν, ἃ τοὺς παχυτέρους μᾶλλον τῶν μελλόντων κατέχειν εἴωθε. Τί γὰρ λέγεις; φησίν· ὅτι δυνατώτερός ἐστι, καὶ ἀδικεῖ; Οὐκοῦν μᾶλλόν σε ἀδικήσει, ἐὰν μὴ καταλύσῃς, ἀλλὰ ἀναγκασθῇς εἰς δικαστήριον ἐλθεῖν. Τότε μὲν γὰρ χρημάτων ἀποστὰς, τὸ σῶμα ἕξεις ἐλεύθερον· ὑπὸ δὲ τῇ ψήφῳ γενόμενος τοῦ δικαστοῦ, καὶ δεσμευθήσῃ, καὶ τὴν ἐσχάτην δώσεις δίκην. Ἂν δὲ φύγῃς τὴν ἐκεῖ μάχην, δύο καρπώσῃ καλά· καὶ τὸ μηδὲν παθεῖν ἀηδὲς, καὶ τὸ σὸν γενέσθαι τὸ κατόρθωμα λοιπὸν, καὶ μηκέτι τῆς ἐκείνου βίας. Εἰ δὲ οὐ βούλει πεισθῆναι τοῖς λεγομένοις, οὐκ ἐκεῖνον ἀδικεῖς τοσοῦτον, ὅσον σαυτόν. Ὅρα δὲ καὶ ἐνταῦθα πῶς αὐτὸν ἐπείγει· εἰπὼν γὰρ, Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου, ἐπήγαγε, Ταχύ· καὶ οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ ταύτης τῆς ταχυτῆτος ἑτέραν ἐζήτησεν ἐπίτασιν, εἰπών· Ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ· διὰ τούτων ὠθῶν αὐτὸν καὶ κατεπείγων μετὰ πολλῆς τῆς σφοδρότητος. Οὐδὲν γὰρ οὕτω τὸν βίον ἀνατρέπει τὸν ἡμέτερον, ὡς τὸ μέλλειν καὶ ἀναβάλλεσθαι ἐν τῇ τῶν ἀγαθῶν ἐργασίᾳ. Πολλάκις