161
ῥήξωσιν. Ὑποκρίνονται γὰρ ἐπιείκειαν, ὥστε μαθεῖν· εἶτα ἐπειδὰν μάθωσιν, ἕτεροι ἀνθ' ἑτέρων γενόμενοι κωμῳδοῦσι, χλευάζουσι, γελῶσιν ὡς ἀπατηθέντας ἡμᾶς. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγε τῷ Τιμοθέῳ· Ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις· καὶ πάλιν ἀλλαχοῦ, Τοὺς τοιούτους ἀποτρέπου· καὶ, Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ. Οὐ τοίνυν παρ' ἐκείνων ὁπλίζονται, ἀλλ' αὐτοὶ ἀνόητοι ταύτῃ γίνονται, πλείονος ἀπονοίας πληρούμενοι. ∆ιὰ τοῦτο οὐ μικρὸν κέρδος τὸ ἐν ἀγνοίᾳ μένειν αὐτούς· οὐδὲ γὰρ οὕτω καταφρονοῦσιν. Ἂν δὲ μάθωσι, διπλῆ ἡ ζημία. Αὐτοί τε γὰρ οὐδὲν ἐντεῦθεν καρπώσονται, ἀλλὰ καὶ βλαβήσονται μειζόνως, καὶ σοὶ μυρία παρέξουσι πράγματα. Ἀκουέτωσαν οἱ πᾶσιν ἀναιδῶς συμπλεκόμενοι, καὶ τὰ σεμνὰ εὐκαταφρόνητα ποιοῦντες. Καὶ γὰρ τὰ μυστήρια διὰ τοῦτο τὰς θύρας κλείοντες ἐπιτελοῦμεν, καὶ τοὺς ἀμυήτους εἴργομεν, οὐκ ἐπειδὴ ἀσθένειαν κατέγνωμεν τῶν τελουμένων, ἀλλ' ἐπειδὴ ἀτελέστερον οἱ πολλοὶ πρὸς αὐτὰ ἔτι διάκεινται. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς ἐν παραβολαῖς πολλὰ τοῖς Ἰουδαίοις διελέγετο, ἐπειδὴ βλέποντες οὐκ ἔβλεπον. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἐκέλευσεν εἰδέναι, πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Ἐπειδὴ γὰρ μεγάλα ἐπέταξε καὶ θαυμαστὰ, καὶ πάντων 57.312 ἐκέλευσε τῶν παθῶν εἶναι ἀνωτέρους, καὶ πρὸς αὐτὸν ἤγαγε τὸν οὐρανὸν, καὶ σπουδάζειν ἐπέταξεν, οὐκ ἀγγέλοις, οὐδὲ ἀρχαγγέλοις, ἀλλ' αὐτῷ τῷ τῶν ὅλων ∆εσπότῃ κατὰ τὸ ἐγχωροῦν ὁμοίους γίνεσθαι, τοὺς δὲ μαθητὰς οὐκ αὐτοὺς μόνους ταῦτα κατορθοῦν, ἀλλὰ καὶ ἑτέρους διορθοῦν ἐκέλευσε, καὶ διακρίνειν τοὺς πονηροὺς καὶ τοὺς οὐ τοιούτους, τοὺς κύνας καὶ τοὺς οὐ κύνας, (πολὺ δὲ τὸ ἐπικεκρυμμένον ἐν ἀνθρώποις), ἵνα μὴ λέγωσιν, ὅτι χαλεπὰ ταῦτα καὶ ἀφόρητα· καὶ γὰρ ἐν τοῖς μετὰ ταῦτα ὁ Πέτρος ἐφθέγξατό τι τοιοῦτον εἰπών· Τίς δύναται σωθῆναι; καὶ πάλιν· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου, οὐ συμφέρει γαμῆσαι. δʹ. Ἵνα οὖν μὴ ταῦτα λέγωσι καὶ νῦν, μάλιστα μὲν καὶ διὰ τῶν ἔμπροσθεν ἀπέδειξεν εὔκολα ὄντα, λογισμοὺς τιθεὶς πολλοὺς καὶ συνεχεῖς, τοὺς δυναμένους πεῖσαι· λοιπὸν δὲ καὶ τὴν κορωνίδα ἐπάγει τῆς εὐκολίας, οὐ τὴν τυχοῦσαν ἐπινοῶν παραμυθίαν τοῖς πόνοις, τὴν ἀπὸ τῶν εὐχῶν τῶν καρτερικῶν συμμαχίαν. Οὐ γὰρ αὐτοὺς σπουδάζειν δεῖ μόνους, φησὶν, ἀλλὰ καὶ τὴν ἄνωθεν καλεῖν βοήθειαν· καὶ πάντως ἥξει καὶ παρέσται, καὶ συνεφάψεται τῶν ἀγώνων ἡμῖν, καὶ πάντα ποιήσει ῥᾴδια. ∆ιὰ τοῦτο καὶ αἰτεῖν ἐκέλευσε, καὶ τὴν δόσιν ἐνηγγυήσατο. Πλὴν οὐχ ἁπλῶς αἰτεῖν ἐκέλευσεν, ἀλλὰ μετὰ προσεδρείας πολλῆς καὶ εὐτονίας. Τοῦτο γάρ ἐστι τὸ, Ζητεῖτε. Καὶ γὰρ ὁ ζητῶν, πάντα ἐκβαλὼν τῆς διανοίας, πρὸς ἐκεῖνο γίνεται μόνον τὸ ζητούμενον, καὶ οὐδένα τῶν παρόντων ἐννοεῖ. Καὶ ἴσασι τοῦτο ὃ λέγω, ὅσοι ἢ χρυσίον ἢ οἰκέτας ἀπολέσαντες ἐπιζητοῦσιν. Ἀπὸ μὲν οὖν τοῦ ζητεῖν, τοῦτο· ἀπὸ δὲ τοῦ κρούειν, τὸ μετὰ σφοδρότητος προσιέναι καὶ θερμῆς διανοίας ἐδήλωσε. Μὴ τοίνυν καταπέσῃς, ἄνθρωπε, μηδὲ ἐλάττονα ἐπιδείξῃ περὶ τὴν ἀρετὴν σπουδὴν τῆς περὶ τὰ χρήματα ἐπιθυμίας. Ἐκεῖνα μὲν γὰρ πολλάκις ζητήσας οὐχ εὗρες· ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς, ὅτι οὐ πάντως εὑρήσεις, πάντα κινεῖς ἐρεύνης τρόπον· ἐνταῦθα δὲ καὶ ἐπαγγελίαν ἔχων ὅτι λήψῃ πάντως, οὐδὲ τὸ πολλοστὸν τῆς σπουδῆς ἐκείνης ἐπιδείκνυσαι μέρος. Εἰ δὲ μὴ εὐθέως λαμβάνεις, μηδὲ οὕτως ἀπογνῷς. ∆ιὰ γὰρ τοῦτο εἶπε, κρούετε, ἵνα δείξῃ ὅτι κἂν εὐθέως μὴ ἀνοίξῃ τὴν θύραν, παραμένειν δεῖ. Εἰ δὲ ἀπιστεῖς μου τῇ ἀποφάσει, κἂν τῷ ὑποδείγματι πίστευσον. Τίς γάρ ἐστιν ἐξ ὑμῶν, φησὶν, ὃν ὁ υἱὸς αὐτοῦ αἰτήσει ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Ἐπ' ἀνθρώπων μὲν γὰρ, ἂν συνεχῶς τοῦτο ποιῇς, καὶ ὀχληρὸς καὶ βαρὺς εἶναι δοκεῖς· ἐπὶ δὲ τοῦ Θεοῦ, ὅταν μὴ τοῦτο ποιῇς, τότε παροξύνεις μειζόνως. Ἂν δὲ ἐπιμένῃς αἰτῶν, κἂν μὴ εὐθέως λάβῃς, λήψῃ πάντως. ∆ιὰ γὰρ τοῦτο κέκλεισται ἡ θύρα, ἵνα σε εἰς τὸ κρούειν ἐναγάγῃ· διὰ τοῦτο οὐκ εὐθέως ἐπινεύει, ἵνα αἰτήσῃς. Μένε τοίνυν ταῦτα ποιῶν, καὶ λήψῃ πάντως. Ἵνα γὰρ μὴ λέγῃς· τί οὖν, ἂν