173
διώκοντος. Οἱ γὰρ τοιοῦτοι τὰς σκιὰς τρέμουσι, τοὺς φίλους ὑποπτεύουσι, τοὺς ἐχθροὺς, τοὺς οἰκέτας, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας αὐτοὺς, καὶ πρὸ τῆς κολάσεως ἐνταῦθα τὴν ἐσχάτην τίνουσι κόλασιν. Καὶ ταῦτα πάντα δηλῶν ὁ Χριστὸς ἔλεγε· Καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη· εἰς τὸ προσῆκον τέλος κατακλείων τὰ καλὰ ταῦτα παραγγέλματα, καὶ τοὺς 57.328 σφόδρα ἀπίστους πείθων καὶ ἀπὸ τῶν παρόντων φεύγειν κακίαν. Εἰ γὰρ καὶ μείζων ὁ περὶ τῶν μελλόντων λόγος, ἀλλὰ τοὺς παχυτέρους οὗτος μᾶλλον ἱκανὸς κατασχεῖν, καὶ ἀπαγαγεῖν τῆς πονηρίας. ∆ιὸ καὶ εἰς αὐτὸ κατέληξεν, ὥστε ἔναυλον εἶναι τὴν ὠφέλειαν αὐτοῖς. Πάντα τοίνυν ταῦτα συνειδότες, καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα, φύγωμεν κακίαν, ζηλώσωμεν ἀρετὴν, ἵνα μὴ μάτην μηδὲ εἰκῆ κάμνωμεν, ἀλλὰ καὶ τῆς ἐνταῦθα ἀπολαύσωμεν ἀσφαλείας, καὶ τῆς ἐκεῖ μετάσχωμεν δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
57.327 ΟΜΙΛΙΑ ΚΕʹ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τού τους,
ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ. αʹ. Καὶ μὴν ἀκόλουθον ἦν ἀλγεῖν αὐτοὺς πρὸς τὸ φορτικὸν τῶν εἰρημένων,
καὶ ναρκᾷν πρὸς τὸ ὕψος τῶν ἐπιτεταγμένων· νῦν δὲ τοσαύτη ἡ ἰσχὺς τοῦ διδάσκοντος ἦν, ὡς πολλοὺς αὐτῶν καὶ ἑλεῖν, καὶ εἰς θαῦμα μέγιστον ἐμβαλεῖν, καὶ πεῖσαι διὰ τὴν ἡδονὴν τῶν εἰρημένων, μηδὲ παυομένου τοῦ λέγειν ἀποστῆναι λοιπόν. Οὐδὲ γὰρ ἐπειδὴ ἐκ τοῦ ὄρους κατέβη, ἀπέστησαν οἱ ἀκροαταὶ, ἀλλὰ καὶ οὕτω τὸ θέατρον ἅπαν ἠκολούθησε· τοσοῦτον ἐνέθηκεν αὐτοῖς τῶν εἰρημένων ἔρωτα. Ἐξεπλήσσοντο δὲ αὐτοῦ μάλιστα τὴν ἐξουσίαν. Οὐ γὰρ εἰς ἕτερον ἀναφέρων, ὡς ὁ προφήτης καὶ Μωϋσῆς, ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ πανταχοῦ ἑαυτὸν ἐνδεικνύμενος εἶναι τὸν τὸ κῦρος ἔχοντα. Καὶ γὰρ νομοθετῶν συνεχῶς προσετίθει· Ἐγὼ δὲ λέγω ὑμῖν. Καὶ τῆς ἡμέρας ἀναμιμνήσκων ἐκείνης, ἑαυτὸν ἐδείκνυ τὸν δικάζοντα εἶναι, καὶ διὰ τῶν κολάσεων, καὶ διὰ τῶν τιμῶν. Καίτοι καὶ ἐντεῦθεν θορυβηθῆναι εἰκὸς ἦν. Εἰ γὰρ διὰ τῶν ἔργων ὁρῶντες ἐπιδεικνύμενον αὐτὸν τὴν ἐξουσίαν ἐλίθαζον οἱ γραμματεῖς καὶ ἤλαυνον· ὅπου ῥήματα ἦν μόνον τοῦτο ἐμφαίνοντα, πῶς οὐκ εἰκὸς ἦν αὐτοὺς σκανδαλίζεσθαι, καὶ μάλιστα ὁπότε ἐν προοιμίοις ταῦτα ἐλέγετο, καὶ πρὶν ἢ πεῖραν αὐτὸν δεδωκέναι τῆς ἑαυτοῦ δυνάμεως; Ἀλλ' ὅμως οὐδὲν τούτων ἔπασχον· ὅταν γὰρ ψυχὴ καὶ διάνοια εὐγνώμων ᾖ, ῥᾳδίως πείθεται τοῖς τῆς ἀληθείας λόγοις. ∆ιὰ δὴ τοῦτο ἐκεῖνοι μὲν, καὶ τῶν σημείων ἀνακηρυττόντων αὐτοῦ τὴν δύναμιν, ἐσκανδαλίζοντο· οὗτοι δὲ λόγων ψιλῶν ἀκούοντες, ἐπείθοντο καὶ ἠκολούθουν. Τοῦτο γοῦν καὶ ὁ εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν, ὅτι Ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί· οὐχὶ τῶν ἀρχόντων τινὲς, οὐδὲ τῶν γραμματέων, ἀλλ' ὅσοι κακίας ἦσαν ἀπηλλαγμένοι, καὶ γνώμην εἶχον ἀδέκαστον. ∆ιὰ παντὸς δὲ τοῦ Εὐαγγελίου τούτους ὁρᾷς αὐτῷ προσηλωμένους. Καὶ γὰρ ἡνίκα ἔλεγε, μετὰ σιγῆς ἤκουον, οὐδὲν παρεμβάλλοντες, οὐδὲ διακόπτοντες τὴν ἀκολουθίαν, οὐδὲ ἀποπειρώμενοι καὶ λαβὴν ἐπιθυμοῦντες εὑρεῖν, καθάπερ οἱ Φαρισαῖοι· καὶ μετὰ τὴν δημηγορίαν ἠκολούθουν πάλιν θαυμάζοντες. Σὺ δέ μοι σκόπει τοῦ ∆εσπότου τὴν σύνεσιν, πῶς ποικίλλει τὴν ὠφέλειαν τῶν παρόντων, ἀπὸ θαυμάτων εἰς λόγους ἐμβαίνων, καὶ πάλιν 57.328 ἀπὸ τῆς τῶν λόγων διδασκαλίας εἰς θαύματα μεταβαίνων. Καὶ γὰρ πρὶν ἢ ἀναβῆναι εἰς τὸ ὄρος, πολλοὺς ἐθεράπευσε, προοδοποιῶν τοῖς λεγομένοις· καὶ μετὰ τὸ τὴν μακρὰν ταύτην ἀπαρτίσαι δημηγορίαν, πάλιν ἐπὶ θαύματα ἔρχεται, βεβαιῶν ἐκ τῶν γινομένων τὰ εἰρημένα. Ἐπειδὴ γὰρ ὡς ἐξουσίαν ἔχων ἐδίδασκεν, ἵνα μὴ νομισθῇ κόμπος εἶναι καὶ αὐθαδιασμὸς οὗτος τῆς διδασκαλίας ὁ τρόπος, καὶ ἐν τοῖς ἔργοις τὸ αὐτὸ τοῦτο ποιεῖ,