271
τοῦ δένδρου· ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε. Εἰ γὰρ καὶ τὸ δένδρον τοῦ καρποῦ αἴτιον, ἀλλ' ὁ καρπὸς τοῦ δένδρου γνωριστικός. Καὶ ἀκόλουθον ἦν, ἢ καὶ τὰ ἔργα διαβάλλειν ἡμᾶς αἰτιωμένους, ἢ ταῦτα ἐπαινοῦντας, καὶ ἡμᾶς τοὺς ἐργαζομένους τῶν ἐγκλημάτων ἀπαλλάττειν τούτων. Νῦν δὲ τοὐναντίον ποιεῖτε· τοῖς γὰρ ἔργοις οὐδὲν ἐγκαλεῖν ἔχοντες, ὅπερ ἐστὶν ὁ καρπὸς, τὴν ἐναντίαν περὶ τοῦ δένδρου φέρετε ψῆφον, ἐμὲ δαιμονῶντα καλοῦντες, ὅπερ ἐσχάτης ἐστὶ παροινίας. Καὶ γὰρ ὅπερ ἔμπροσθεν εἶπε, τοῦτο καὶ νῦν κατασκευάζει, ὅτι οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδ' αὖ τοὐναντίον πάλιν. Ὥστε παρὰ πᾶσαν ἀκολουθίαν καὶ φύσιν αὐτῶν τὰ ἐγκλήματα. Εἶτα ἐπειδὴ οὐχ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ τοῦ Πνεύματος ποιεῖται τὸν λόγον, καὶ καταφορικῶς κέχρηται τῇ κατηγορίᾳ λέγων· Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; Τοῦτο δὲ ὁμοῦ καὶ ἐγκαλοῦντός ἐστι, καὶ τῶν εἰρημένων τὴν ἀπόδειξιν ἐξ ἐκείνων παρέχοντος. Ἰδοὺ γὰρ ὑμεῖς, φησὶ, δένδρα 57.452 ὄντες πονηρὰ, οὐ δύνασθε φέρειν καρπὸν ἀγαθόν. Οὐ τοίνυν θαυμάζω, ὅτι ταῦτα φθέγγεσθε· καὶ γὰρ ἐτράφητε κακῶς, προγόνων ὄντες πονηρῶν, καὶ διάνοιαν κέκτησθε πονηράν. Καὶ ὅρα πῶς ἀκριβῶς καὶ χωρὶς λαβῆς ἁπάσης τέθεικε τὰ ἐγκλήματα. Οὐ γὰρ εἶπε· Πῶς δύνασθε ἀγαθὰ λαλεῖν, γεννήματα ὄντες ἐχιδνῶν; οὐδὲν γὰρ τοῦτο πρὸς ἐκεῖνο· ἀλλὰ, Πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; Γεννήματα δὲ ἐχιδνῶν αὐτοὺς εἴρηκεν, ἐπειδὴ ἐπὶ τοῖς προγόνοις ηὔχουν. ∆εικνὺς τοίνυν, ὅτι οὐδὲν αὐτοῖς ἐντεῦθεν τὸ κέρδος, τῆς μὲν πρὸς τὸν Ἀβραὰμ ἐξέβαλεν αὐτοὺς συγγενείας· δίδωσι δὲ αὐτοῖς προγόνους ὁμοτρόπους, τῆς ἐκεῖθεν περιφανείας γυμνώσας αὐτούς. Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ Ἐνταῦθα πάλιν τὴν θεότητα αὐτοῦ δείκνυσιν εἰδυῖαν τὰ ἀπόῤῥητα· καὶ ὅτι οὐχὶ ῥημάτων μόνον, ἀλλὰ καὶ πονηρῶν ἐννοιῶν δώσουσι δίκην· καὶ ὅτι οἶδεν αὐτὰ ὡς Θεός. Λέγει δὲ ὅτι οὐκ ἀνθρώποις δυνατὸν ταῦτα εἰδέναι· φύσεως γὰρ ἀκολουθία τοῦτο, τὸ ὑπερβλυζούσης ἔνδον τῆς πονηρίας ἐκχεῖσθαι ἔξω διὰ τοῦ στόματος τὰ ῥήματα. Ὥστε ὅταν ἀκούσῃς ἀνθρώπου πονηρὰ φθεγγομένου, μὴ τοσαύτην νόμιζε πονηρίαν ἐγκεῖσθαι αὐτῷ, ὅσην τὰ ῥήματα ἐπιδείκνυται· ἀλλὰ πολλῷ πλείονα στοχάζου εἶναι τὴν πηγήν· τὸ γὰρ ἔξωθεν λεγόμενον, τὸ περιττόν ἐστι τοῦ ἔνδον. Εἶδες πῶς αὐτῶν καθήψατο σφοδρῶς; Εἰ γὰρ τὸ λεχθὲν οὕτω πονηρὸν, καὶ ἀπ' αὐτῆς τοῦ διαβόλου τῆς γνώμης ἐστὶν, ἐννόησον ἡ ῥίζα καὶ ἡ πηγὴ τῶν ῥημάτων ἡλίκη. Συμβαίνει δὲ τοῦτο εἰκότως· ἡ μὲν γὰρ γλῶττα αἰσχυνομένη πολλάκις οὐκ ἀθρόον ἐκχεῖ τὴν πονηρίαν· ἡ δὲ καρδία οὐδένα ἀνθρώπων ἔχουσα μάρτυρα, ἀδεῶς ὅσα ἂν θέλῃ τίκτει κακά· τοῦ γὰρ Θεοῦ οὐ πολὺς λόγος αὐτῇ. Ἐπεὶ οὖν τὰ μὲν λεγόμενα εἰς ἐξέτασιν ἔρχεται καὶ πᾶσι προτίθεται, ἐκείνη δὲ συνεσκίασται, διὰ τοῦτο τὰ μὲν ταύτης ἐλάττω, τὰ δὲ ἐκείνης πλείονα γίνεται. Ὅταν δὲ πολὺ τὸ πλῆθος γένηται τῶν ἔνδον, πολλῷ τῷ ῥοίζῳ τὰ τέως κρυπτόμενα πρόεισι. Καὶ καθάπερ οἱ ἐμοῦντες, παρὰ μὲν τὴν ἀρχὴν βιάζονται ἔνδον κατέχειν ἐκπηδῶντας τοὺς χυμοὺς, ἐπειδὰν δὲ ἐκνικηθῶσι, πολλὴν τὴν βδελυγμίαν προΐενται· οὕτω καὶ οἱ τὰ πονηρὰ βουλεύματα ἔχοντες, καὶ τοὺς πλησίον κακηγοροῦντες. Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ, φησὶν, ἐκβάλλει τὰ ἀγαθά· καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει τὰ πονηρά. βʹ. Μὴ γὰρ δὴ νομίσῃς, φησὶν, ἐπὶ τῆς πονηρίας τοῦτο γίνεσθαι μόνον· καὶ γὰρ καὶ ἐπὶ τῆς ἀγαθότητος τοῦτο συμβαίνει· καὶ γὰρ καὶ ἐκεῖ πλείων τῶν ἔξωθεν ῥημάτων 57.453 ἔνδον ἡ ἀρετή. Ἐξ ὧν ἐδείκνυ, ὅτι κἀκείνους πονηροτέρους ἐχρῆν νομίζειν, ἢ τὰ ῥήματα ἐνεδείκνυτο, καὶ αὐτὸν ἀγαθώτερον, ἢ τὰ λεγόμενα ἐνέφαινε. Θησαυρὸν δέ φησι, τὸ πλῆθος ἐνδεικνύμενος. Εἶτα πάλιν πολὺν ἐπιτειχίζει τὸν φόβον. Μὴ γὰρ δὴ νομίσητε, φησὶ, μέχρι τούτου καὶ τῆς τῶν πολλῶν καταγνώσεως τὸ πρᾶγμα ἑστηκέναι· καὶ γὰρ τὴν ἐσχάτην δώσουσι δίκην ἅπαντες οἱ τὰ τοιαῦτα πονηρευόμενοι. Καὶ οὐκ εἶπεν, Ὑμεῖς· ὁμοῦ μὲν τὸ κοινὸν παιδεύων γένος, ὁμοῦ δὲ