291
αὐτοῖς μεταδῷ, τότε τὸν ἰὸν ἐκχέουσι. Τίνος δὲ ἕνεκεν εἰσάγει τοὺς δούλους λέγοντας τὸ γεγενημένον; Ἵνα εἴπῃ ὅτι οὐ δεῖ ἀναιρεῖν αὐτούς. Ἐχθρὸν δὲ ἄνθρωπον αὐτὸν καλεῖ, διὰ τὴν εἰς ἀνθρώπους βλάβην. Ἡ μὲν γὰρ ἐπήρεια καθ' ἡμῶν· ἡ δὲ ἀρχὴ τῆς ἐπηρείας οὐκ ἀπὸ τῆς εἰς ἡμᾶς, ἀλλ' ἀπὸ τῆς εἰς Θεὸν ἔχθρας ἐγένετο. Ὅθεν δῆλον, ὅτι μᾶλλον ὁ Θεὸς ἡμᾶς φιλεῖ, ἢ ἡμεῖς ἑαυτούς. Ὅρα δὲ καὶ ἑτέρωθεν τοῦ διαβόλου τὴν κακουργίαν. Οὐ γὰρ πρὸ τούτου ἔσπειρεν, ἐπειδὴ μηδὲν εἶχεν ἀπολέσαι· ἀλλ' ὅτε ἦν ἅπαντα πεπληρωμένα, ἵνα τῇ σπουδῇ λυμήνηται τοῦ γεωργοῦ· οὕτω πρὸς ἐκεῖνον ἐχθρωδῶς ἔχων πάντα ἐποίει. Σκόπει δὲ καὶ τῶν οἰκετῶν τὴν φιλοστοργίαν. Καὶ γὰρ ἐπείγονται ἤδη τὰ ζιζάνια ἀνασπάσαι, εἰ καὶ μὴ διεσκεμμένως ποιοῦσιν· ὅπερ δείκνυσι τὴν ὑπὲρ τοῦ σπόρου μέριμναν αὐτῶν, καὶ πρὸς ἓν μόνον βλέποντας, οὐχ ὅπως ἐκεῖνος δῷ δίκην, ἀλλ' ὥστε τὰ καταβληθέντα μὴ ἀπολέσθαι· οὐ γὰρ δὴ τοῦτό ἐστι τὸ κατεπεῖγον. ∆ιόπερ ὅπως τὸ νόσημα τέως ἐξέλωσι, σκοποῦσι. Καὶ οὐδὲ τοῦτο ἁπλῶς ζητοῦσιν· οὐ γὰρ ἑαυτοῖς ἐπιτρέπουσιν, ἀλλὰ τοῦ δεσπότου τὴν γνώμην ἀναμένουσι λέγοντες· Θέλεις; Τί οὖν ὁ δεσπότης; Κωλύει λέγων· Μήποτε ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. Τοῦτο δὲ ἔλεγε, κωλύων πολέμους γίνεσθαι καὶ αἵματα καὶ σφαγάς. Οὐ γὰρ δεῖ ἀναιρεῖν αἱρετικόν· ἐπεὶ πόλεμος ἄσπονδος ἔμελλεν εἰς τὴν οἰκουμένην εἰσάγεσθαι. βʹ. ∆ύο τοίνυν τούτοις αὐτοὺς κατέχει τοῖς λογισμοῖς· ἑνὶ μὲν, τῷ μὴ τὸν σῖτον βλαβῆναι· ἑτέρῳ δὲ, τῷ καταλήψεσθαι τὴν κόλασιν πάντως αὐτοὺς ἀνιάτως νοσοῦντας. Ὥστε εἰ βούλει καὶ κολασθῆναι αὐτοὺς, καὶ χωρὶς τῆς τοῦ σίτου βλάβης, ἀνάμεινον τὸν προσήκοντα καιρόν. Τί δέ ἐστι, Μὴ ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον; Ἢ τοῦτό φησιν, ὅτι Εἰ μέλλοιτε κινεῖν ὅπλα καὶ κατασφάττειν τοὺς αἱρετικοὺς, ἀνάγκη πολλοὺς καὶ τῶν ἁγίων συγκαταβάλλεσθαι· ἢ ὅτι ἀπ' αὐτῶν τῶν ζιζανίων πολλοὺς εἰκὸς μεταβαλέσθαι καὶ γενέσθαι σῖτον. Ἂν τοίνυν προλαβόντες αὐτοὺς ἐκριζώσητε, λυμαίνεσθε τῷ μέλλοντι γίνεσθαι σίτῳ, οὓς ἐγχωρεῖ μεταβαλέσθαι καὶ γενέσθαι βελτίους ἀναιροῦντες. Οὐ τοίνυν κατέχειν αἱρετικοὺς, καὶ ἐπιστομίζειν, καὶ ἐκκόπτειν αὐτῶν τὴν παῤῥησίαν, καὶ τὰς συνόδους καὶ τὰς σπονδὰς διαλύειν κωλύει, ἀλλ' ἀναιρεῖν καὶ κατασφάττειν. Σὺ δὲ αὐτοῦ σκόπει τὴν ἡμερότητα, πῶς οὐκ ἀποφαίνεται μόνον, οὐδὲ κωλύει, ἀλλὰ λογισμοὺς τίθησι. Τί οὖν, ἂν μέχρι τέλους μένῃ τὰ ζιζάνια; Τότε ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια, καὶ δήσατε αὐτὰ δεσμὰς πρὸς τὸ κατακαῦσαι αὐτά. Πάλιν ἀναμιμνήσκει αὐτοὺς τῶν Ἰωάννου ῥημάτων τῶν κριτὴν αὐτὸν εἰσαγόντων, καί φησιν, ὅτι ἕως μὲν ἑστήκασιν ἐγγὺς τοῦ σίτου, φείδεσθαι χρή· ἐγχωρεῖ γὰρ αὐτοὺς καὶ σῖτον γενέσθαι· ὅταν δὲ μηδὲν κερδάναντες ἀπέλθωσι, τότε αὐτοὺς ἀναγκαίως ἡ ἀπαραίτητος διαδέξεται δίκη. Ἐρῶ γὰρ τοῖς θερισταῖς, φησὶ, Συλλέξατε 58.478 πρῶτον τὰ ζιζάνια. ∆ιατί πρῶτον; Ἵνα μὴ φοβηθῶσιν οὗτοι, ὡς συναπαγομένου ἅμα αὐτοῖς τοῦ σίτου. Καὶ δήσατε αὐτὰ δεσμὰς, ὥστε κατακαῦσαι αὐτά· τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην. Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἀπὸ τοῦ σπόρου τρία μέρη ἀπόλλυται, καὶ σώζεται ἓν, καὶ ἐν αὐτῷ πάλιν τῷ σωζομένῳ τοσαύτη γίνεται βλάβη, ἵνα μὴ λέγωσι, Καὶ τίνες καὶ πόσοι ἔσονται οἱ πιστοί; καὶ τοῦτον ἐξαιρεῖ τὸν φόβον, διὰ τῆς παραβολῆς τοῦ σινάπεως ἐνάγων εἰς πίστιν αὐτοὺς, καὶ δεικνὺς ὅτι πάντως ἐκταθήσεται τὸ κήρυγμα. ∆ιὰ τοῦτο τοῦ λαχάνου τὴν εἰκόνα εἰς μέσον ἤγαγε σφόδρα ἐοικυῖαν τῇ ὑποθέσει· Ὃ μικρότερον μὲν, φησὶν, ἐστὶ πάντων τῶν σπερμάτων· ὅταν δὲ αὐξηθῇ, μεῖζον τῶν λαχάνων ἐστὶ, καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ. Τοῦ γὰρ μεγέθους τὸ τεκμήριον ἐνδείξασθαι ἠβουλήθη. Οὕτω δὴ καὶ ἐπὶ τοῦ κηρύγματος ἔσται, φησί. Καὶ γὰρ ἁπάντων ἀσθενέστεροι ἦσαν οἱ μαθηταὶ, καὶ πάντων ἐλάττους· ἀλλ' ὅμως, ἐπειδὴ μεγάλη ἦν ἡ ἐν αὐτοῖς δύναμις, ἐξηπλώθη πανταχοῦ τῆς οἰκουμένης. Εἶτα καὶ