292
τὴν ζύμην ταύτῃ προστίθησι τῇ εἰκόνι, λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. Καθάπερ γὰρ αὕτη τὸ πολὺ ἄλευρον μεθίστησιν εἰς τὴν ἑαυτῆς ἰσχὺν, οὕτω καὶ ὑμεῖς τὸν πάντα κόσμον μεταστήσετε. Καὶ ὅρα σύνεσιν. Τὰ γὰρ τῆς φύσεως παράγει, δεικνὺς ὅτι ὥσπερ ἐκεῖνα ἀνεγχώρητον μὴ γενέσθαι, οὕτω καὶ ταῦτα. Μὴ γάρ μοι τοῦτο λέγε· Τί δυνησόμεθα δώδεκα ἄνθρωποι εἰς πλῆθος ἐμπεσόντες τοσοῦτον; Καὶ γὰρ τοῦτο αὐτὸ μάλιστα ὑμῶν ποιεῖ τὴν ἰσχὺν ἐκλάμψαι, τὸ ἀναμιγῆναι τῷ πλήθει καὶ μὴ φυγεῖν. Ὥσπερ οὖν καὶ ἡ ζύμη τότε τὸ φύραμα ζυμοῖ, ὅταν ἐγγὺς γένηται τοῦ ἀλεύρου, καὶ οὐχ ἁπλῶς ἐγγὺς, ἀλλ' οὕτως ὥστε καὶ μιγῆναι· (οὐ γὰρ εἶπεν, Ἔθηκεν, ἁπλῶς, ἀλλ', Ἔκρυψεν·) οὕτω καὶ ὑμεῖς, ὅταν κολληθῆτε καὶ ἑνωθῆτε τοῖς πολεμοῦσιν ὑμῖν, τότε αὐτῶν περιέσεσθε. Καὶ καθάπερ ἐκείνη καταχώννυται μὲν, οὐκ ἀφανίζεται δὲ, ἀλλὰ κατὰ μικρὸν πρὸς τὴν ἑαυτῆς ἕξιν ἅπαντα μεταποιεῖ· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ κηρύγματος τοῦτο συμβήσεται. Μὴ τοίνυν, ἐπειδὴ πολλὰς εἶκον εἶναι τὰς ἐπηρείας, φοβηθῆτε· καὶ γὰρ καὶ οὕτως ἐκλάμψετε, καὶ ἁπάντων περιέσεσθε. Τρία δὲ σάτα ἐνταῦθα τὰ πολλὰ εἴρηκεν· οἶδε γὰρ τὸν ἀριθμὸν τοῦτον ἐπὶ πλήθους λαμβάνειν. Μὴ θαυμάσῃς δὲ, εἰ περὶ βασιλείας διαλεγόμενος κόκκου καὶ ζύμης ἐμνήσθη· ἀνθρώποις γὰρ διελέγετο ἀπείροις καὶ ἰδιώταις, καὶ δεομένοις ἀπὸ τούτων ἐνάγεσθαι. Οὕτω γὰρ ἦσαν ἀφελεῖς, ὡς καὶ μετὰ ταῦτα πάντα δεηθῆναι ἑρμηνείας πολλῆς. Ποῦ τοίνυν Ἑλλήνων παῖδές εἰσι; Μανθανέτωσαν τοῦ Χριστοῦ τὴν δύναμιν, ὁρῶντες τῶν πραγμάτων τὴν ἀλήθειαν· καὶ ἑκατέρωθεν αὐτὸν προσκυνείτωσαν, ὅτι καὶ προεῖπε πρᾶγμα τοσοῦτον, καὶ ἐπλήρωσε. Καὶ γὰρ αὐτός ἐστιν ὁ τὴν δύναμιν ἐνθεὶς τῇ ζύμῃ. ∆ιὰ τοῦτο καὶ ἀνέμιξε τῷ πλήθει τοὺς αὐτῷ πιστεύοντας, ἵνα μεταδῶμεν τοῖς ἄλλοις τῆς ἡμετέρας συνέσεως. Μηδεὶς τοίνυν ὀλιγότητα αἰτιάσθω. Πολλὴ 58.479 γὰρ τοῦ κηρύγματος ἡ δύναμις· καὶ τὸ ζυμωθὲν ἅπαξ, ζύμη γίνεται τῷ λοιπῷ πάλιν. Καὶ καθάπερ ὁ σπινθὴρ ὅταν ἐπιλάβηται ξύλων, τὰ ἤδη κατακαυθέντα ποιήσας τῆς φλογὸς προσθήκην, οὕτω τοῖς ἄλλοις ἔπεισιν· οὕτω δὴ καὶ τὸ κήρυγμα. Ἀλλ' οὐκ εἶπε πῦρ, ἀλλὰ ζύμην· τί δήποτε, Ὅτι οὐ τοῦ πυρός ἐστιν ἐκεῖ τὸ ὅλον, ἀλλὰ καὶ τῶν ἀναπτομένων ξύλων· ἐνταῦθα δὲ τὸ ὅλον ἡ ζύμη ἐργάζεται δι' ἑαυτῆς. Εἰ δὲ ἄνθρωποι δώδεκα τὴν οἰκουμένην ἅπασαν ἐζύμωσαν, ἐννόησον ὅση ἡμῶν ἡ κακία, ὅταν τοσοῦτοι ὄντες τοὺς ὑπολειπομένους μὴ δυνηθῶμεν διορθοῦν, οὓς μυρίοις κόσμοις ἀρκεῖν ἐχρῆν καὶ γενέσθαι ζύμην. γʹ. Ἀλλ' ἐκεῖνοι, φησὶν, ἀπόστολοι ἦσαν. Καὶ τί τοῦτο; Οὐχὶ τῶν αὐτῶν σοι μετέσχον; οὐκ ἐν πόλεσιν ἐτράφησαν; οὐ τῶν αὐτῶν ἀπέλαυσαν; οὐχὶ τέχνας μετεχειρίσαντο; μὴ γὰρ ἄγγελοι ἦσαν; μὴ γὰρ ἐξ οὐρανοῦ κατέβησαν; Ἀλλὰ τὰ σημεῖα, φησὶν, εἶχον. Οὐ τὰ σημεῖα θαυμαστοὺς αὐτοὺς ἐποίησε. Μέχρι πότε προκαλύμμασι κεχρήμεθα τῆς ἡμετέρας ῥᾳθυμίας τοῖς θαύμασιν ἐκείνοις; [Ἴδε τὸν χορὸν τῶν ἁγίων οὐ τοῖς θαύμασιν ἐκείνοις λάμψαντα.] Πολλοὶ γὰρ καὶ δαίμονας ἐκβαλόντες, ἐπειδὴ τὴν ἀνομίαν εἰργάσαντο, οὐκ ἐγένοντο θαυμαστοὶ, ἀλλὰ καὶ ἐκολάσθησαν. Καὶ τί ποτ' οὖν ἐστι, φησὶν, ὃ μεγάλους αὑτοὺς ἔδειξε; Τὸ χρημάτων καταφρονεῖν, τὸ δόξης ὑπερορᾷν, τὸ πραγμάτων ἀπηλλάχθαι βιωτικῶν. Ὡς εἴγε μὴ ταῦτα εἶχον, ἀλλὰ δοῦλοι τῶν παθῶν ἦσαν, εἰ καὶ μυρίους νεκροὺς ἤγειραν, οὐ μόνον οὐδὲν ἂν ὠφέλησαν, ἀλλὰ καὶ ἀπατεῶνες ἂν ἐνομίσθησαν εἶναι. Οὕτως ὁ βίος ἐστὶν ὁ πανταχοῦ λάμπων, ὁ καὶ τοῦ Πνεύματος τὴν χάριν ἐπισπώμενος. Ποῖον σημεῖον Ἰωάννης ἐποίησεν, ὅτι πόλεις τοσαύτας ἀνηρτήσατο; Ὅτι γὰρ οὐδὲν ἐθαυματούργησεν, ἄκουσον τοῦ εὐαγγελιστοῦ λέγοντος· Ὅτι Ἰωάννης μὲν ἐποίησε σημεῖον οὐδέν. Πόθεν δὲ θαυμαστὸς Ἠλίας ἐγένετο; Οὐκ ἀπὸ τῆς παῤῥησίας τῆς πρὸς τὸν βασιλέα; οὐκ ἀπὸ τοῦ ζήλου τοῦ πρὸς τὸν Θεόν; οὐκ ἀπὸ τῆς ἀκτημοσύνης; οὐκ ἀπὸ τῆς μηλωτῆς καὶ τοῦ σπηλαίου καὶ τῶν ὀρῶν; Τὰ γὰρ σημεῖα μετὰ ταῦτα ἅπαντα ἐποίησε. Τὸν δὲ Ἰὼβ ποῖον σημεῖον ὁρῶν ποιοῦντα ἐξεπλάγη ὁ διάβολος; Σημεῖον