295
ἠβουλήθησαν. Οὐδὲ γὰρ ἂν ἐκ δευτέρου τὴν αὐτὴν εἶπεν ἐπιθυμοῦσι μαθεῖν· καὶ γὰρ ἑώρων πολλὴν ἐξ αὐτῆς ἐμφαινομένην 58.482.20 τὴν ἀπειλήν. ∆ιὸ οὐδὲ ἐγκαλεῖ αὐτοῖς, ἀλλὰ καὶ ἀναπληροῖ τὰ εἰρημένα. Καὶ ὅπερ ἔλεγον ἀεὶ, ὅτι τὰς παραβολὰς οὐ κατὰ τὴν ῥῆσιν ἐπεξιέναι δεῖ, ἐπεὶ πολλὰ τὰ ἄτοπα ἕψεται· τοῦτο καὶ αὐτὸς ἐνταῦθα παιδεύων ἡμᾶς, οὕτως ἐξηγεῖται τὴν παραβολήν. Οὐδὲ γὰρ λέγει, τίνες εἰσὶν οἱ δοῦλοι οἱ προσελθόντες· ἀλλὰ δεικνὺς ὅτι ἀκολουθίας τινὸς ἕνεκεν αὐτοὺς παρείληφε, καὶ τοῦ διαπλάσαι τὴν εἰκόνα, ἐκεῖνο ἀφεὶς τὸ μέρος, τὰ κατεπείγοντα ἑρμηνεύει καὶ συνέχοντα μάλιστα, καὶ δι' ἃ ἡ παραβολὴ εἴρηται, δεικνὺς ἑαυτὸν ὄντα κριτὴν καὶ κύριον τοῦ παντός. Καὶ ἀποκριθεὶς, φησὶν, εἶπεν αὐτοῖς· Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ Υἱὸς τοῦ ἀνθρώπου· ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνια, οἱ υἱοὶ τοῦ πονηροῦ· ὁ δὲ ἐχθρὸς ὁ σπείρων αὐτὰ, ἔστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς, ἔστιν ἡ συντέλεια τοῦ αἰῶνος· οἱ δὲ θερισταὶ, ἄγγελοί εἰσιν. Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια, καὶ πυρὶ καίεται· οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Ὅταν γὰρ αὐτὸς ᾖ ὁ σπείρων, καὶ τὸν ἀγρὸν τὸν ἑαυτοῦ, καὶ ἐκ τῆς βασιλείας τῆς ἑαυτοῦ συνάγῃ, εὔδηλον ὅτι καὶ ὁ παρὼν κόσμος αὐτοῦ ἐστι. Σκόπει δὲ αὐτοῦ φιλανθρωπίαν ἄφατον, καὶ τὸ πρὸς εὐεργεσίαν ἐπιῤῥεπὲς, καὶ τὸ πρὸς κόλασιν ἠλλοτριωμένον. Ὅταν μὲν γὰρ σπείρῃ, δι' ἑαυτοῦ σπείρει, ὅταν δὲ κολάζῃ, δι' ἑτέρων, τουτέστι, τῶν ἀγγέλων. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Οὐκ ἐπειδὴ οὕτω μόνον, ἀλλ' ἐπειδὴ τούτου τοῦ ἄστρου φανότερον οὐκ ἴσμεν ἕτερον, τοῖς γνωρίμοις ἡμῖν κέχρηται παραδείγμασι. Καίτοιγε ἀλλαχοῦ φησι τὸν θερισμὸν ἤδη παρεῖναι, ὡς ὅταν λέγῃ περὶ τῶν Σαμαρειτῶν· Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερι 58.483 σμὸν ἤδη, καὶ πάλιν, Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Πῶς οὖν ἐκεῖ μὲν ἤδη τὸν θερισμὸν παρεῖναί φησιν, ἐνταῦθα δὲ μέλλειν τὸν θερισμὸν εἶπε; Κατ' ἄλλο σημαινόμενον. Καὶ πῶς ἀλλαχοῦ εἰπὼν, Ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων, ἐνταῦθα ἑαυτόν φησιν εἶναι τὸν σπείροντα; Ὅτι κἀκεῖ οὐχ ἑαυτῷ, ἀλλὰ προφήταις ἀποστόλους ἀντιδιαστέλλων ἔλεγε, καὶ ἐπὶ τῶν Ἰουδαίων καὶ Σαμαρειτῶν. Καὶ γὰρ καὶ διὰ τῶν προφητῶν αὐτὸς ἔσπειρεν. Ἔστι δὲ ὅπου καὶ θερισμὸν καὶ σπόρον αὐτὸ τοῦτο καλεῖ, πρὸς ἄλλο καὶ ἄλλο αὐτὸ ὀνομάζων. βʹ. Ὅταν μὲν γὰρ τὴν πειθὼ καὶ τὴν ὑπακοὴν τῶν ὑπακουσάντων λέγῃ, θερισμὸν τὸ πρᾶγμα καλεῖ, ὡς τὸ πᾶν ἀπαρτίσας· ὅταν δὲ τὸν καρπὸν ἐπιζητῇ τῆς ἀκροάσεως, σπόρον· καὶ θερισμὸν τὴν συντέλειαν λέγει. Καὶ πῶς ἀλλαχοῦ φησιν, ὅτι πρῶτοι οἱ δίκαιοι ἁρπάζονται; Ἁρπάζονται μὲν γὰρ πρῶτοι, παραγενομένου δὲ τοῦ Χριστοῦ παραδίδονται οὗτοι κολάσει, καὶ τότε εἰς βασιλείαν οὐρανῶν ἀπέρχονται ἐκεῖνοι. Ἐπειδὴ γὰρ ἐν οὐρανῷ δεῖ αὐτοὺς εἶναι, ἐνταῦθα δὲ αὐτὸς ἥξει καὶ κρινεῖ πάντας ἀνθρώπους, δοὺς τὴν ἀπόφασιν τούτοις, καθάπερ τις βασιλεὺς ἀνίσταται μετὰ τῶν φίλων αὐτοῦ, πρὸς τὴν μακαρίαν ἐκείνην λῆξιν αὐτοὺς ἄγων. Εἶδες διπλῆν τὴν κόλασιν οὖσαν, τῷ τε κατακαίεσθαι, τῷ τε τῆς δόξης ἐκπίπτειν ἐκείνης; Ἀλλὰ τίνος ἕνεκεν λοιπὸν, ἀναχωρησάντων ἐκείνων, καὶ αὐτοῖς ἐν παραβολαῖς λαλεῖ; Σοφώτεροι ἐκ τῶν εἰρημένων ἐγένοντο, ὡς καὶ συνιέναι. Ἀμέλει γοῦν λέγει αὐτοῖς μετὰ ταῦτα, Συνήκατε ταῦτα πάντα; Λέγουσιν αὐτῷ· Ναὶ, Κύριε. Οὕτω μετὰ τῶν ἄλλων καὶ τοῦτο κατώρθωσεν ἡ παραβολὴ, τὸ διορατικωτέρους αὐτοὺς ποιῆσαι. Τί οὖν φησι πάλιν; Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ πωλεῖ πάντα ὅσα ἔχει,