369
αὐτὸς δὲ ἔλεγεν· Ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ. Ὅταν δὲ ἀνάγκην εἴπῃ, οὐ τὸ αὐθαίρετον τῆς ἐξουσίας ἀναιρῶν, οὐδὲ τὴν ἐλευθερίαν τῆς προαιρέσεως, οὐδὲ ἀνάγκῃ τινὶ πραγμάτων ὑποβάλλων τὸν βίον, φησὶ ταῦτα· ἀλλὰ τὸ πάντως ἐσόμενον προλέγει· ὅπερ ὁ Λουκᾶς ἑτέρᾳ λέξει παρέστησεν, εἰπὼν οὕτως· Ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα. Τί δέ ἐστι, Τὰ σκάνδαλα; Τὰ κωλύματα τῆς ὀρθῆς ὁδοῦ. Οὕτω καὶ οἱ ἐπὶ τῆς σκηνῆς τοὺς περὶ ταῦτα δεινοὺς καλοῦσι, τοὺς τὰ σώματα διαστρέφοντας. Οὐ τοίνυν ἡ πρόῤῥησις αὐτοῦ τὰ σκάνδαλα ἄγει· ἄπαγε· οὐδὲ ἐπειδὴ προεῖπε, διὰ τοῦτο γίνεται· ἀλλ' ἐπειδὴ πάντως ἔμελλεν ἔσεσθαι, διὰ τοῦτο προεῖπεν· ὡς εἴγε μὴ ἐβούλοντο οἱ φέροντες αὐτὰ πονηρεύεσθαι, οὐδ' ἂν ἦλθον· εἰ δὲ μὴ ἔμελλον ἔρχεσθαι, οὐδ' ἂν προεῤῥήθη. Ἐπειδὴ δὲ ἐκακούργησαν ἐκεῖνοι, καὶ ἀνίατα ἐνόσησαν, ἦλθον· καὶ 58.575 προλέγει τὸ μέλλον ἔσεσθαι. Καὶ εἰ διωρθώθησαν ἐκεῖνοι, φησὶ, καὶ μηδεὶς ἦν ὁ τὰ σκάνδαλα κομίζων, οὐκ ἔμελλεν ὁ λόγος οὗτος ψεύδους ἁλίσκεσθαι; Οὐδαμῶς· οὐδὲ γὰρ ἂν ἐλέχθη. Εἰ γὰρ ἔμελλον διορθοῦσθαι πάντες, οὐκ ἂν εἶπεν, ὅτι Ἀνάγκη ἐλθεῖν· ἀλλ' ἐπειδὴ προῄδει ἀδιορθώτους ἐσομένους οἴκοθεν, διὰ τοῦτο εἶπεν, ὅτι πάντως ἥξουσι. Καὶ τίνος ἕνεκεν αὐτοὺς οὐκ ἀνεῖλε; φησί. Τίνος γὰρ ἕνεκεν ἀναιρεθῆναι ἔδει; διὰ τοὺς βλαπτομένους; Ἀλλ' οὐκ ἐκεῖθεν οἱ βλαπτόμενοι ἀπόλλυνται, ἀλλ' ἐκ τῆς ἑαυτῶν ῥᾳθυμίας. Καὶ δηλοῦσιν οἱ ἐνάρετοι, οὐ μόνον οὐδὲν ἀδικούμενοι ἐντεῦθεν, ἀλλὰ καὶ τὰ μέγιστα κερδαίνοντες· οἷος ἦν ὁ Ἰὼβ, οἷος ὁ Ἰωσὴφ, οἷοι πάντες οἱ δίκαιοι καὶ οἱ ἀπόστολοι. Εἰ δὲ ἀπόλλυνται πολλοὶ, παρὰ τὸν ἑαυτῶν ὕπνον. Εἰ δὲ μὴ οὕτως εἶχεν, ἀλλὰ παρὰ τὰ σκάνδαλα ἡ ἀπώλεια, πάντας ἀπολέσθαι ἔδει Εἰ δὲ εἰσὶν οἱ διαφεύγοντες, ὁ μὴ διαφεύγων ἑαυτῷ λογιζέσθω. Τὰ γὰρ σκάνδαλα, ὅπερ ἔφην, καὶ διεγείρει, καὶ ὀξυτέρους ποιεῖ, καὶ ἀκονᾷ, οὐ μόνον τὸν φυλαττόμενον, ἀλλὰ καὶ τὸν περιπεσόντα ταχέως ἀναστάντα· ἀσφαλέστερον γὰρ αὐτὸν ἐργάζεται, καὶ δυσάλωτον μᾶλλον ποιεῖ. Ὥστε ἂν νήφωμεν, οὐ μικρὸν ἐντεῦθεν καρπούμεθα κέρδος, τὸ διηνεκῶς ἐγρηγορέναι. Εἰ γὰρ πολεμίων ὄντων καὶ τοσούτων πειρασμῶν ἐπικειμένων καθεύδομεν, τίνες ἂν εἴημεν ἐν ἀδείᾳ ζῶντες; Καὶ εἰ βούλει, τὸν πρῶτον ἄνθρωπον σκόπει. Εἰ γὰρ ὀλίγον χρόνον, τάχα δὲ οὐδὲ ἡμέραν ὅλην ἐν τῷ παραδείσῳ ζήσας, καὶ τρυφῆς ἀπολαύσας, εἰς τοσοῦτον ἤλασε κακίας, ὡς καὶ ἰσοθεΐαν φαντασθῆναι, καὶ τὸν ἀπατεῶνα εὐεργέτην νομίσαι, καὶ μιᾶς μὴ κατασχεῖν ἐντολῆς· εἰ καὶ τὸν ἐφεξῆς βίον ἀταλαίπωρον ἔζη, τί οὐκ ἂν εἰργάσατο; βʹ. Ἀλλ' ὅταν ταῦτα εἴπωμεν, πάλιν ἕτερα ἀντιλέγουσιν, ἐρωτῶντες· Καὶ διατί αὐτὸν τοιοῦτον ἐποίησεν ὁ Θεός; Οὐχὶ ὁ Θεὸς τοιοῦτον αὐτὸν ἐποίησεν· ἄπαγε· ἐπεὶ οὐδ' ἂν ἐκόλασεν. Εἰ γὰρ ἡμεῖς, ἐν οἷς ἂν ὦμεν αἴτιοι, οὐκ ἐγκαλοῦμεν τοῖς οἰκέταις, πολλῷ μᾶλλον ὁ τῶν ὅλων Θεός. Ἀλλὰ πόθεν τοῦτο ἐγένετο; φησί. Παρ' ἑαυτοῦ καὶ τῆς ἑαυτοῦ ῥᾳθυμίας. Τί ἐστι, παρ' ἑαυτοῦ; Ἐρώτησον σεαυτόν. Εἰ γὰρ μὴ παρ' ἑαυτῶν εἰσι κακοὶ οἱ κακοὶ, μὴ κόλαζε τὸν οἰκέτην, μηδὲ ἐπιτίμα τῇ γυναικὶ ἐν οἷς ἂν ἁμαρτάνῃ, μηδὲ τύπτε τὸν υἱὸν, μηδὲ ἐγκάλει τῷ φίλῳ, μηδὲ μίσει τὸν ἐπηρεάζοντά σε ἐχθρόν· πάντες γὰρ οὗτοι ἐλεεῖσθαι, οὐ κολάζεσθαι ἄξιοι, εἰ μὴ οἴκοθεν πλημμελοῦσιν. Ἀλλ' οὐ δύναμαι φιλοσοφεῖν, φησί. Καίτοιγε ὅταν συνίδῃς οὐκ ἐκείνων τὴν αἰτίαν οὖσαν, ἀλλ' ἀνάγκης ἑτέρας, δύνασαι φιλοσοφεῖν. Ὅταν γοῦν ὑπὸ νόσου κατεχόμενος οἰκέτης μὴ ποιήσῃ τὰ ἐπιταχθέντα, οὐ μόνον οὐκ ἐγκαλεῖς, ἀλλὰ καὶ συγγινώσκεις. Οὕτω σὺ μάρτυς, ὅτι τὸ μὲν αὐτοῦ, τὸ δὲ οὐκ αὐτοῦ. Ὥστε κἀνταῦθα, εἰ ᾔδεις ὅτι παρὰ τὸ γενέσθαι τοιοῦτος πονηρὸς ἦν, οὐ μόνον οὐκ ἂν ἐνεκάλεσας, ἀλλὰ καὶ συγγνώμην ἔδωκας ἄν. Οὐ γὰρ δήπου διὰ μὲν τὴν νόσον συγγινώσκεις, διὰ Θεοῦ δὲ δημιουργίαν οὐκ ἂν συνέγνως, εἴγε τοιοῦτος ἐξ ἀρχῆς γέγονε. Καὶ ἑτέρωθεν δὲ τοὺς τοιούτους ἐπιστομίσαι ῥᾴδιον· πολλὴ γὰρ τῆς ἀληθείας ἡ περιουσία. ∆ιατί γὰρ μηδέποτε ἐνεκάλεσας οἰκέτῃ, ὅτι οὐκ ἔστι καλὸς τὴν ὄψιν, ὅτι οὐκ ἔστιν εὐμήκης τὸ σῶμα, ὅτι οὐκ ἔστι 58.576 πτηνός; Ὅτι τῆς φύσεως ταῦτα.