467
παράστασιν τῆς τῶν γινομένων ἐκπλήξεως, πρὸς ὀδύνην τῶν ἀπολιμπανομένων. Οἴμοι ἀπὸ τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς. ∆έον ἡμᾶς χαίρειν ὅταν ταῦτα ἀκούωμεν, ἀλγοῦμεν, καὶ κατηφεῖς ἐσμεν, καὶ σκυθρωπάζομεν. Ἢ μόνος ἐγὼ ταῦτα πάσχω, ὑμεῖς δὲ χαίρετε ἐν τῇ τούτων ἀκροάσει; Ὡς ἔμοιγε καὶ φρίκη τις ὑπεισέρχεται λεγομένων τούτων, καὶ πικρὸν ὀδύρομαι, καὶ ἐκ βαθυτάτης στενάζω καρδίας. Οὐδὲν γὰρ τούτων πρὸς ἐμὲ, ἀλλ' ἐκείνων τῶν μετὰ ταῦτα λεχθέντων, τῶν πρὸς τὰς παρθένους, τῶν πρὸς τὸν καταχώσαντα τὸ τάλαντον ὅπερ ἔλαβε, τῶν πρὸς τὸν πονηρὸν δοῦλον. ∆ιὰ ταῦτα δακρύω, ὅσης δόξης ἐκπίπτειν μέλλομεν, ὅσης ἐλπίδος ἀγαθῶν, καὶ τοῦτο διηνεκῶς καὶ εἰς ἀεὶ, ἵνα μὴ μικρὸν σπουδάσωμεν. Εἰ μὲν γὰρ πόνος πολὺς ἦν καὶ νόμος βαρὺς, ἔδει μὲν καὶ οὕτω πάντα ποιεῖν· πλὴν ἀλλὰ κἂν πρόφασίν τινα ἐδόκουν ἔχειν πολλοὶ τῶν ῥᾳθύμων, ψυχρὰν μὲν, ἐδόκουν δ' οὖν ἔχειν, τὸ ὑπέρογκον τῶν ἐπιταγμάτων, καὶ ὅτι μέγας ὁ πόνος, καὶ ἄπειρος ὁ χρόνος, καὶ ἀφόρητον τὸ φορτίον· νῦν δὲ οὐδὲν τοιοῦτον ἔστι προβάλλεσθαι· ὅπερ μάλιστα τῆς γεέννης οὐχ ἧττον ἡμᾶς διατρώγειν μέλλει κατὰ τὸν καιρὸν ἐκεῖνον, ὅταν διὰ μικρὰν ῥοπὴν καὶ ὀλίγον ἱδρῶτα, τὸν οὐρανὸν ὦμεν ἀπολωλεκότες καὶ τὰ ἀπόῤῥητα ἀγαθά. Καὶ γὰρ καὶ ὁ χρόνος βραχὺς, καὶ ὁ πόνος ὀλίγος· καὶ ὅμως ἐκλελύμεθα καὶ ἀναπεπτώκαμεν. Ἐν γῇ ἀγωνίζῃ, καὶ ἐν οὐρανοῖς ὁ στέφανος· ὑπὸ ἀνθρώπων κολάζῃ, καὶ ὑπὸ Θεοῦ τιμᾶσαι· ἐν δύο ἡμέραις τρέχεις, καὶ εἰς ἀπείρους αἰῶνας τὰ βραβεῖα· ἐν φθαρτῷ σώματι ἡ πάλη, καὶ ἐν ἀφθάρτῳ αἱ τιμαί. Καὶ χωρὶς δὲ τούτων κἀκεῖνο λογίζεσθαι χρὴ, ὅτι κἂν μὴ διὰ τὸν Χριστὸν ἑλώμεθά τι παθεῖν τῶν ὀδυνηρῶν, ἀνάγκη αὐτὰ καὶ ἄλλως ὑπομεῖναι πάντως. Οὐδὲ γὰρ ἂν διὰ τὸν Χριστὸν μὴ ἀποθάνῃς, ἀθάνατος ἔσῃ· οὐδὲ ἂν διὰ τὸν Χριστὸν μὴ ῥίψῃς τὰ χρήματα, ἔχων αὐτὰ ἀπελεύσῃ. Ταῦτα ἀπαιτεῖ παρὰ σοῦ, ἃ καὶ μὴ ἀπαιτοῦντος δώσεις, διὰ τὸ θνητὸς εἶναι· ταῦτά σε βούλεται ποιεῖν σῇ γνώμῃ, ἃ καὶ ἀνάγκῃ σε δεῖ ποιῆσαι. Τοσοῦτον δὲ ἀπαιτεῖ προσεῖναι μόνον, τὸ δι' αὐτὸν γίνεσθαι· ὡς τό γε συμβῆναι ταῦτα καὶ παρελθεῖν, καὶ ἀπὸ τῆς κατὰ τὴν φύσιν ἀνάγκης γίνεται. Εἶδες πῶς εὔκολος ὁ ἀγών; Ἃ πάντως ἀνάγκη σε παθεῖν, ἑλοῦ παθεῖν δι' ἐμέ· τοῦτο προσκείσθω μόνον, καὶ ἀρκοῦσαν ἔχω τὴν ὑπακοήν. Ὃ ἑτέρῳ μέλλεις δανείζειν χρυσίον, τοῦτο δάνεισον ἐμοὶ, καὶ ἐπὶ πλείοσι, καὶ ἐπὶ ἀσφαλείᾳ μείζονι· ὃ ἑτέρῳ μέλλεις στρατεύειν σῶμα, τοῦτο στράτευσον ἐμοί· καὶ γὰρ ὑπερβαίνω σου τοὺς πόνους ταῖς ἀντιδόσεσιν ἐκ πολλῆς τῆς περιουσίας. Σὺ δὲ ἐν μὲν τοῖς ἄλλοις τὸν τὸ πλέον παρέχοντα προτιμᾷς, 58.700 καὶ ἐν δανείσμασι, καὶ ἐν ἀγορασίᾳ, καὶ ἐν στρατείᾳ· τὸν δὲ Χριστὸν μόνον πλέον ἁπάντων παρέχοντα, καὶ ἀπείρως πλέον, τοῦτον οὐ καταδέχῃ. Καὶ τίς ὁ τοσοῦτος πόλεμος; τίς ἡ τοσαύτη ἀπέχθεια; Πόθεν λοιπὸν ἕξεις συγγνώμην καὶ ἀπολογίαν, οὐδὲ ἀφ' ὧν ἀνθρώπους προτιμᾷς ἀνθρώπων, ἀπὸ τούτων ἀνεχόμενος τὸν Θεὸν προτιμῆσαι τῶν ἀνθρώπων; Τί τῇ γῇ παραδίδως τὸν θησαυρόν; ∆ὸς τῇ ἐμῇ χειρὶ, φησίν. Οὐ δοκεῖ σοι τῆς γῆς ἀξιοπιστότερος εἶναι ὁ τῆς γῆς ∆εσπότης; Ἐκείνη τὸ καταβληθὲν ἀποδίδωσι, πολλάκις δὲ οὐδὲ τοῦτο· αὐτὸς δὲ καὶ μισθούς σοι ἀποδίδωσι τῆς φυλακῆς. Καὶ γὰρ σφόδρα ἡμῶν ἐρᾷ. ∆ιὰ τοῦτο κἂν δανεῖσαι θέλῃς, ἕστηκεν ἕτοιμος· κἂν σπεῖραι, αὐτὸς ὑποδέχεται· κἂν οἰκοδομῆσαι θέλῃς, ἕλκει σε πρὸς ἑαυτὸν, Ἐν τοῖς ἐμοῖς, λέγων, οἰκοδόμει. Τί τρέχεις πρὸς τοὺς πένητας, πρὸς ἀνθρώπους τοὺς πτωχεύοντας; ∆ράμε πρὸς τὸν Θεὸν, τὸν ὑπὲρ μικρῶν μεγάλα σοι παρέχοντα πράγματα. Ἀλλ' ὅμως οὐδὲ ταῦτα ἀκούοντες ἀνεχόμεθα, ἀλλ' ἔνθα μάχαι, καὶ πόλεμοι, καὶ παγκράτια, καὶ δίκαι καὶ συκοφαντίαι, ἐκεῖ σπεύδομεν. εʹ. Ἆρ' οὖν οὐ δικαίως ἡμᾶς ἀποστρέφεται καὶ κολάζει, ὅταν εἰς πάντα ἡμῖν ἑαυτὸν παρέχῃ, ἡμεῖς δὲ ἀντιπίπτωμεν; Παντί που δῆλον. Εἴτε γὰρ καλλωπίσασθαι θέλεις, φησὶ, τὸν ἐμὸν καλλωπισμόν· εἴτε ὁπλισθῆναι, τὰ ἐμὰ ὅπλα· εἴτε ἐνδύσασθαι, τὸ ἱμάτιον τὸ ἐμόν· εἴτε τραφῆναι, τὴν τράπεζαν τὴν ἐμήν· εἴτε ὁδεῦσαι, τὴν ὁδὸν τὴν ἐμήν· εἴτε κληρονομῆσαι, τὴν κληρονομίαν τὴν ἐμήν· εἴτε εἰς πατρίδα εἰσελθεῖν, εἰς