518
διὸ καὶ ταῦτα ἔλεγεν· ἐπειδὴ δὲ οὐδὲν ἀπεκρίνατο, καὶ ἕτερόν τι μηχανᾶται. Ποῖον δὴ τοῦτο; Ἔθος ἦν αὐτοῖς ἀφιέναι ἕνα τῶν καταδίκων, καὶ ἐντεῦθεν αὐτὸν ἐξελέσθαι ἐπεχείρησεν. Εἰ γὰρ μὴ βούλεσθε, φησὶν, ὡς ἀθῶον ἀφεῖναι, κἂν ὡς κατάδικον χαρίσασθε τῇ ἑορτῇ. Εἶδες τάξιν ἀντεστραμμένην; Τὴν μὲν γὰρ αἴτησιν τὴν ὑπὲρ τῶν καταδίκων, τοῦ δήμου ἔθος ἦν εἶναι, τὴν δὲ δόσιν τοῦ ἄρχοντος· νῦν δὲ τοὐναντίον γέγονε, καὶ ὁ ἄρχων αἰτεῖ τὸν δῆμον, καὶ οὐδὲ οὕτω γίνονται ἥμεροι, ἀλλ' ἐκθηριοῦνται μειζόνως καὶ φονῶσιν, ὑπὸ τοῦ πάθους τῆς βασκανίας ἐκβακχευόμενοι. Οὐδὲ γὰρ εἶχον ὅ τι κατηγορήσουσιν αὐτοῦ, καὶ ταῦτα σιγῶντος, ἀλλ' ἠλέγχοντο καὶ οὕτω διὰ τὴν τῶν δικαιωμάτων περιουσίαν, καὶ σιγῶν ἐνίκα τοὺς μυρία λέγοντας καὶ μαινομένους. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἔπεμψε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδέν σοι καὶ τῷ δικαίῳ τούτῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ' ὄναρ δι' αὐτόν. Ὅρα οἷον γίνεται πάλιν, ἱκανὸν πάντας αὐτοὺς ἀνακαλέσασθαι. Μετὰ γὰρ τῆς ἀπὸ τῶν πραγμάτων ἀποδείξεως, καὶ τὸ ὄναρ οὐ μικρὸν ἦν. Καὶ τίνος ἕνεκεν οὐκ αὐτὸς ὁρᾷ; Ἢ ὅτι ἐκείνη ἀξία ἦν μᾶλλον· ἢ ὅτι αὐτὸς εἰ εἶδεν, οὐκ ἂν ἐπιστεύθη ὁμοίως, ἢ οὐδ' ἂν ἐξεῖπε. ∆ιὰ τοῦτο οἰκονομεῖται τὴν γυναῖκα ἰδεῖν, ὥστε κατάδηλον γενέσθαι πᾶσι. Καὶ οὐχ ἁπλῶς ὁρᾷ, ἀλλὰ καὶ πάσχει πολλὰ, ἵνα καὶ ἀπὸ τῆς συμπαθείας τῆς πρὸς τὴν γυναῖκα ὀκνηρότερος γένηται ὁ ἀνὴρ περὶ τὸν φόνον. Καὶ ὁ καιρὸς δὲ οὐ μικρὸν συνετέλει· κατὰ γὰρ αὐτὴν τὴν νύκτα εἶδεν. Ἀλλ' οὐκ ἦν αὐτῷ ἀσφαλὲς, φησὶν, ἀφεῖναι, ἐπειδὴ εἶπον, ὅτι βασιλέα ἑαυτὸν 58.765 ἐποίει. Ἐχρῆν οὖν ἀποδείξεις καὶ ἐλέγχους ζητῆσαι, καὶ ὅσα τυραννίδος ἐστὶ τεκμήρια· οἷον, εἰ στρατόπεδα κατέλεγεν, εἰ χρήματα συνέλεγεν, εἰ ὅπλα ἐχάλκευεν, εἰ ἄλλο τι τοιοῦτον ἐπεχείρει. Ὁ δὲ ἁπλῶς παρασύρεται· διὰ τοῦτο οὐδὲ αὐτὸν ἀφίησιν ὁ Χριστὸς τῶν ἐγκλημάτων, λέγων· Μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδούς μέ σοι. Ὥστε μαλακίας ἦν ἡ συγχώρησις, καὶ τὸ μαστίξαντα ἐκδοῦναι. Οὗτος μὲν οὖν ἄνανδρος καὶ μαλακός· οἱ δὲ ἀρχιερεῖς πονηροὶ καὶ κακοῦργοι. Ἐπειδὴ γὰρ εὗρέ τινα ἐπίνοιαν, τὸν τῆς ἑορτῆς νόμον τὸν κελεύοντα ἀφεῖναι κατάδικον, τί πρὸς τοῦτο μηχανῶνται; Ἔπεισαν τὸν ὄχλον, φησὶν, ἵνα τὸν Βαραββᾶν αἰτήσωσιν. βʹ. Εἶδες πόσην αὐτὸς πρόνοιαν ποιεῖται, ὥστε αὐτοὺς ἀπαλλάξαι ἐγκλημάτων, καὶ πόσην αὐτοὶ σπουδὴν, ὥστε μηδὲ σκιὰν ἑαυτοῖς ἀπολογίας καταλιπεῖν; Τί γὰρ ἔδει; τὸν ὡμολογημένον, ἢ τὸν ἀμφισβητούμενον ἀφεῖναι· Εἰ γὰρ ἐπὶ τοῖς ὡμολογημένοις ἀφίεσθαι ἔδει, πολλῷ μᾶλλον ἐπὶ τοῖς ἀμφιβόλοις. Οὐ γὰρ δήπου ὡμολογημένων ἀνδροφόνων χείρων αὐτοῖς οὗτος ἐδόκει εἶναι. ∆ιὰ γὰρ τοῦτο οὐδὲ ἁπλῶς εἶπεν, Εἶχον λῃστὴν, ἀλλ', Ἐπίσημον· τουτέστι, Περιβόητον ἐν κακίᾳ, μυρίους ἐργασάμενον φόνους. Ἀλλ' ὅμως κἀκεῖνον τοῦ τῆς οἰκουμένης Σωτῆρος προὔθηκαν· καὶ οὔτε τὸν καιρὸν ᾐδέσθησαν ὅτι ἅγιος ἦν, οὐ τοὺς τῆς φιλανθρωπίας νόμους, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ καθάπαξ αὐτοὺς ὁ φθόνος ἀπετύφλωσε. Καὶ μετὰ τῆς οἰκείας κακία καὶ τὸν δῆμον διαφθείρουσιν, ἵνα καὶ τῆς ἐκείνων ἀπάτης τὴν ἐσχάτην δῶσι δίκην. Ἐπεὶ οὖν ἐκεῖνον ᾐτήσαντο, λέγει· Τί οὖν ποιήσω τὸν Χριστόν, καὶ ταύτῃ πάλιν ἐντρέψαι βουλόμενος, τῷ ποιῆσαι κυρίους τῆς αἱρέσεως, ἵνα κἂν αἰσχυνθέντες αἰτήσωσι, καὶ τῆς αὐτῶν φιλοτιμίας γένηται τὸ πᾶν. Τὸ μὲν γὰρ λέγειν, Οὐχ ἥμαρτε, φιλονεικοτέρους ἐποίει· τὸ δὲ ἐκ φιλανθρωπίας ἀξιοῦν σωθῆναι, ἀναντίῤῥητον ἔχει τὴν πειθὼ καὶ τὴν αἴτησιν. Οἱ δὲ καὶ οὕτως ἔλεγον· Σταύρωσον. Ὁ δὲ ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσῶς ἔκραζον, Σταυρωθήτω. Ὁ δὲ ἰδὼν, ὅτι οὐδὲν ὠφελεῖ, ἐνίψατο τὰς χεῖρας, λέγων, ὅτι Ἀθῶός εἰμι. Τί οὖν παραδίδως; τί δὲ οὐκ ἐξήρπασας, καθάπερ τὸν Παῦλον ὁ ἑκατοντάρχης; Καὶ γὰρ ἐκεῖνος ᾔδει χαριζόμενος τοῖς Ἰουδαίοις· καὶ στάσις ἐγένετο δι' αὐτὸν καὶ θόρυβος· ἀλλ' ὅμως ἔστη πρὸς πάντα. Ἀλλ' οὐχ οὗτος, ἀλλὰ ἄνανδρος σφόδρα καὶ μαλακός· καὶ πάντες ὁμοῦ διεφθείροντο. Οὔτε γὰρ οὗτος πρὸς τὸ πλῆθος ἔστη, οὔτε τὸ πλῆθος πρὸς τοὺς Ἰουδαίους· καὶ