1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

4

τὴν Σιὼν, καὶ τὰ ῥηθέντα ποιήσει. Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν· καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. Ἡ διὰ τοῦ ψαλμοῦ προσευχὴ, καὶ ἡ περὶ τῶν ἐθνῶν ἐπαγγελία προφητευομένη, καθάπερ ἐν στήλῃ τυπωθεῖσα, δέδοται τοῖς Ἰουδαίοις εἰς τὸ φυλάττεσθαι τῷ νέῳ λαῷ καὶ τῇ κατὰ Χριστὸν γενεᾷ, καθ' ἣν ἐκτίσθη τὰ ἔθνη διὰ τῆς πίστεως· περὶ ὧν καὶ ὁ μακάριος λέγει Παῦλος· Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Καὶ αὐτὸς δὲ ὁ θεσπέσιος ∆αυῒδ ἐν τῷ εἰκοστῷ πρώτῳ ἔφη ψαλμῷ· Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. Ἐν αὐτῷ τε τῷ Χριστῷ κτίζονται οἱ δύο, ὁ ἐξ ἐθνῶν καὶ ὁ ἐκ περιτομῆς λαὸς, εἰς ἕνα καινὸν ἄνθρωπον. Ἀλλοίωσιν γὰρ νῦν, ἀλλ' οὐκ οὐσίω σιν ἡ κτίσις δηλοῖ· ὁποῖον καὶ τὸ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός· καὶ τὸ, Κύριος ἔκτισέ με ἀρ χὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Οὐ γὰρ καθάπαξ ἐκτίσθη τὸ λέγον πρόσωπον, ἀλλ' εἰς ἀρχὴν ὁδῶν Θεοῦ τῶν εἰς τὰ ἔργα αὐτοῦ. Τὸ γὰρ ἀρχήν τινων κτισθῆναι δηλοῖ σχέσιν, ἀλλ' οὐκ ἀλλοίωσιν. Ὁ κτιζόμενος οὖν οὕτω λαὸς, αἰνέσει τὸν Κύριον, εἰς γνῶσιν ἐρχόμενος τοῦ μόνου Θεοῦ. Εἰ δὲ οὐσίωσιν ἐσήμανεν, οὐχ, Ὁ κτι ζόμενος, ἂν εἶπεν, ἀλλ', Ὁ κτισθείς. Οὐ γὰρ δὴ ἐν τῷ οὐ σιῶσθαι, ἀλλ' ἐν τῷ μετασκευάζεσθαι μένειν δυνατόν. Οὕτως ὁ λαὸς καὶ τὰ παλαιὰ καὶ τὰ νέα παιδευόμενος, τὸν προσήκοντα ὕμνον ἀναπέμπει τῷ Σωτῆρι Θεῷ. Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν. Ἐκκύψαι ἀπὸ τοῦ ὕψους ὁ Σωτὴρ λέγεται κατὰ τὸν καιρὸν τῆς σαρκώσεως, ὡς ἄνω μείνας καὶ κάτω φανείς. Τοῦτο γὰρ τῶν ἐκκυπτόντων ἀπὸ τοῦ ὕψους ἴδιον. Ἐξέκυψε δὲ τὴν γῆν ἐπιδεῖν, τουτ έστιν ἐπισκέψασθαι. Ὑπάρχων δὲ ὁ Κύριος ἀσώματος οὐσία καὶ νοερὰ, μᾶλλον δὲ ὑπὲρ ταῦτα, μηδαμοῦ πε ρατούμενος, οὐ περιγράφεται τόπῳ· διαφοιτᾷ δὲ τῇ δυ νάμει δι' ὅλης τῆς κτίσεως. Ἐν τῷ κόσμῳ γὰρ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο. Καὶ λέγεται διατρίβειν ἐν τοῖς κρείττοσι τοῦ κόσμου μέρεσι, κατὰ τὸ, Ὁ κατοικῶν ἐν οὐρανοῖς· καὶ, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, οὐ κατὰ περιοχὴν, ἀλλ' ἀφάτῳ δυνάμει τοῖς ἰδίοις ἔργοις παρών. Ἐν οὐρανῷ τοίνυν οὕτω λεγόμενος εἶναι, τῷ προνοεῖσθαι καὶ τῆς γῆς, ἐπέβλεψεν εἰς αὐτήν. Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ, λῦ σαι τοὺς υἱοὺς τῶν τεθανατωμένων· τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλήμ. Τὴν αἰτίαν ἡμῖν τῆς κλήσεως τῶν ἐθνῶν 55.640 παρατίθεται. Αὕτη δέ ἐστιν ἡ τοῦ Σωτῆρος ἐπιφάνεια, ἣν ἐποίησε κλίνας οὐρανούς. Τίνες δὲ οἱ πεπεδημένοι, ἢ οὓς σειραῖς ἁμαρτιῶν ἔσφιγξεν ὁ μισόκαλος δαίμων; Υἱοὶ δὲ τῶν τεθανατωμένων εἶεν οἱ ἐξ ἐθνῶν, καθ' ὃ ἀπέθανον οἱ πατέρες αὐτῶν ταῖς ἰδίαις ἁμαρτίαις, εἰδω λολατροῦντες ἔτι, σειραῖς τε τῶν οἰκείων ἁμαρτημάτων ἕκαστος σφιγγόμενοι· ὧν τὴν ἐπιστροφὴν μηνύων ὁ Ἡσαΐας πρὸς τὸν Θεὸν ἔλεγεν· Καὶ σοὶ ἀκολουθή σουσι δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσ εύξονται καὶ προσκυνήσουσί σοι. Ἐκ Σιὼν γὰρ ἀρ ξάμενον τὸ Εὐαγγέλιον, εἰς πᾶσαν τὴν γῆν διεδόθη. Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον ἐθνῶν πολλῶν.

Ἐν τῷ ἐπισυναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ, καὶ βασι λεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ. Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ· Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. Ὁδὸν ἰσχύος αὐτοῦ τὴν ἐπὶ γῆς παρουσίαν φησίν. Ἦλθε γὰρ ἵνα δήσῃ τὸν ἰσχυρόν. Ηὔχετο γὰρ ἰδεῖν, εἰ φθάσει εἰς ἐκείνας τὰς ἡμέρας ἡ ζωὴ αὐτοῦ, καθ' ἃς ἔμελλεν ἐνανθρωπήσας ἐπὶ γῆς φαίνεσθαι ὁ Μονογενής. Τέως μὲν γὰρ ἐπὶ τοῦ παρόντος, ὅτε ταῦτα προφητεύω, καὶ μέλλοντα ἔσεσθαι προορῶ, ἔοικα ἐν μέρει ἡμέρας εἶναι Θεοῦ· λείπει δέ μοι ἡ αὐτοψία τῆς τῶν προφητευο μένων ἐκβάσεως, ἧς εἰ τύχοιμι, τελείαν λήψομαι τὴν ἐμαυτοῦ ζωήν· εἰ δὲ ἀστοχήσω τῆς εὐχῆς,