1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

8

ὁδοὺς αὐτοῦ Μωϋσεῖ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Οὐκ ἐκ μεταμελείας δὲ ταῦτα ὑμῶν ἐπραγματεύσατο, τὴν σωτηρίαν, ἀλλ' ἄνω θεν ταῦτα διὰ τῶν προφητῶν προεθέσπισε, καὶ διὰ τοῦ θεσπεσίου Μωϋσέως τὴν ἡμετέραν ἐσκιαγράφησε σωτη ρίαν. Καὶ τοῦ παναγίου βαπτίσματος ἡ θάλασσα τύπον ἐδέξατο, ἡ πέτρα δὲ τῶν ἀθανάτων κρουνῶν ἀπεφάνθη σκιὰ, τῆς ἐπουρανίου δὲ τρυφῆς εἰκὼν τὸ μάννα, καὶ τὰ ἄλλα δὲ, ἵνα μὴ καθ' ἕκαστον διεξέρχωμαι, οὕτως ἔστιν εὑρεῖν παρ' ἐκείνοις ἐσκιαγραφημένα. Ὁδοὶ τοίνυν καὶ θελήματα τὰς ἀρετὰς ἄμφω σημαίνουσι, κατὰ τὸ, Κύριε, γνώρισόν μοι τὰς ὁδούς σου· καὶ τὸ παρὰ Παύλου πρὸς Ἐλύμαν· Οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Τοιοῦτον καὶ τὸ, Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Λέγει τοίνυν, ὅτι τὰς μεταβάσεις τὰς ἀπὸ τῶν τυπικῶν τοῦ νόμου καὶ τῆς σκιᾶς ἐπὶ τὰ μέλλοντα ἀγαθὰ, ἅπερ ἐστὶ πνευματικὰ καὶ πρωτότυπα, τὸν Μωϋσέα, διδοὺς αὐτῷ τὸν νόμον, ἐδίδαξεν, οἷον τίς ἡ περιτομὴ, τίνα τὰ σάββατα, τίνες αἱ θυσίαι, ταῦτα διδάξας καὶ τὸν ὅστις ἐστὶν υἱὸς Ἰσραὴλ, περὶ οὗ λέλεκται· Ἰσραὴλ ὁ ἐκλεκτός μου. Ταῦτα γὰρ γνωρίζει τοῖς διορατικοῖς ὁ Θεὸς, τὸν ἐν κρυπτῷ Ἰου δαῖον, καρδίας περιτομὴν, θυσίαν αἰνέσεως καὶ δικαιο σύνης. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Ταῦτα γὰρ καὶ τῆς τοσαύτης εὐεργε σίας καὶ πάλαι γέγονε καὶ νῦν αἴτια, φήσαντος καὶ Μωϋσέως· Κύριος μακρόθυμος καὶ πολυέλεος, καὶ ἀληθινὸς, ποιῶν ἔλεος εἰς χιλιάδας. Ταύτας οὖν αὑ τοῦ τὰς δυνάμεις ἐγνώρισε τῷ Μωϋσεῖ λεγομένας ὁδοὺς, καὶ τὰς ἀρετὰς κατὰ τὰ πάντα διέπει τῆς θείας ἀγα θότητος ἄβυσσος, ὁ ἀμέτρητος ἔλεος, τῆς φιλανθρωπίας τὸ πέλαγος. Οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Οὐκοῦν οὔτε διὰ παντὸς τῷ θυμῷ (τοῦτο γάρ ἐστι τὸ, Εἰς τέλος) χρήσεται, οὔτε τὸν ἔλεον διηνεκῶς τοῖς ἀναξίοις χαρίζεται. Ἐπεὶ πῶς, ὅτι Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, πῶς ἀπο δώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ; Κιρνᾷ τοίνυν τῷ ἐλέῳ τὴν ὀργὴν, ὅτε μὲν ἐλέους καιρὸς, αὐτὸν προβαλ λόμενος, ὅτε δὲ ὀργῆς, ἐπιφέρων αὐτὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ δικαιοκρισίας, ἐν ᾗ, φησὶν ὁ Παῦλος, Ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ∆ιόπερ φησὶν, Οὐκ εἰς τὸν αἰῶνα μηνιεῖ, τὸν παρόντα λέγων αἰῶνα· τῷ μέλ λοντι γὰρ τὴν κρίσιν καὶ τὴν ὀργὴν ἐφύλαξεν. Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Οὐκ ἠνέσχετο γὰρ ταῖς ἡμετέραις ἁμαρτίαις μετρῆσαι τὴν τιμωρίαν, οὐδὲ ἐπὶ πλεῖστον καθ' ἡμῶν ἐκτεῖναι τὴν ἀγανάκτησιν. Ἀλη θινὸς γὰρ ὢν ὁ Θεὸς, ταύτας οὐ καθ' ἕξιν ἔχει τὰς ἀρε τὰς, πηγὴ δὲ ὢν αὐτῶν καὶ οὐσία· ὅθεν οὐκ ἐπὶ τῷ συν τελέσαι κολάζει, τῇ ὀργῇ μέχρι φθορᾶς ἐπιμένων. Αὐτὸς γὰρ ὁ λέγων· Ὅταν ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι· ἐλαττοῖ δὲ καὶ τὰς τιμωρίας, μὴ πρὸς ἀξίαν κολάζων. Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καθ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν. Εἰ καὶ τούτων εὗρε μακρότερα διαστήματα, πάν τως ἂν καὶ ταῦτα εἰς μέσον παρήγαγε, δεῖξαι τὸ ἄπειρον τῆς θείας βουλόμενος ἀγαθότητος· ἀλλ' οὐχ εὗρεν ὁ ἀνθρώπινος λογισμὸς οὔτε οὐρανοῦ ὑψηλότερον μέτρον, οὔτε τοῦ μέσου τῆς ἑσπέρας καὶ τῆς ἑῴας μακρότερον. Ἐν σκότῳ δέ εἰσι καὶ δυσμαῖς οἱ ἐν ἁμαρτίαις τυγχά νοντες ἄνθρωποι· ἀπαλλαγέντες δὲ τῶν πλημμελημάτων, ἐν φωτὶ δῆλον ὅτι μεταθέντες γίνονται. Ὥστε εἰκότως τὴν τῶν ἁμαρτημάτων ἀπαλλαγὴν, μετάβασιν τὴν ἀπὸ δυσμῶν εἰς ἀνατολὰς κέκληκεν, ὁμοῦ δὲ καὶ ἡμᾶς διδάξαι τί μέσον ἁμαρτίας καὶ δικαιοσύνης βουλόμενος. Καθὼς 55.644 οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φο βουμένους αὐτόν.

γʹ. Πατρὸς ἀγαθότητα δείκνυσιν ὁ ∆ημιουργός τε καὶ Ποιητὴς, μᾶλλον δὲ τοὺς