1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

10

∆εσπόζειν πάντων, ἀλλ' οὐ βασιλεύειν εἴρηται, ἐπεὶ μὴ πάντες ἄξιοι τῆς αὐτοῦ βασιλείας. ∆ιὸ τοῖς τὸν εὐαγγελικὸν κατορθοῦσι βίον τὴν τῶν οὐ ρανῶν βασιλείαν ὁ Σωτὴρ ἐπηγγείλατο· κρατεῖ δὲ καὶ 55.645 τῶν ἀναξίων, ὡς Κύριος. Ἔοικε δὲ τοῦτο τοῖς ἐν ἑτέρῳ εἰρημένοις ψαλμῷ· Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν. Καὶ γὰρ ἐνταῦθα ὁ προφητικὸς ἡμᾶς διδάσκει λόγος, ὡς ἐν οὐρανῷ μὲν ἔχει τὸν θρόνον τῶν ὅλων ὁ Κύριος, ἐφορᾷ δὲ καὶ πρυτανεύει τὴν κτίσιν, ἅτε δὴ πάντων ὢν δημιουργὸς καὶ βασιλεὺς καὶ ∆εσπότης. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦ σαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. δʹ. Εἰκότως τὰς ἀοράτους δυνάμεις εἰς κοινωνίαν τῆς ὑμνῳδίας ἐκάλεσεν. Οὐκ ἀπόχρη γὰρ ἡ ἀνθρωπεία φύ σις ἀξίως ὑμνῆσαι τὸν εὐεργέτην· αἱ δὲ ἀσώματοι καὶ ἅγιαι φύσεις ἐλευθέραν ἔχουσαι παθημάτων ζωὴν, ἱκαναὶ πληροῦν τὰ θεῖα προστάγματα. Λέγει δέ τινα καὶ ἑτέραν ἔννοιαν ὁ προφήτης. Τὰ μὲν κατὰ σὲ, φησὶν, ὦ ψυχὴ, ἐξασθενεῖ πρὸς τὸ κατ' ἀξίαν ὑμνεῖν τὸν Θεόν· ἐκ μέ ρους δὲ τοῦτο ὅμως ποιείτω. Ἴσθι δὲ ὅτι οἱ ἄγγελοι αὐ τοῦ, δυνατοὶ ἰσχύϊ ὄντες, καὶ ἀδιαπτώτως τὸν λόγον αὐτοῦ ποιοῦντες, ἄξιοί τε ὄντες ἀκούειν αὐτοῦ τῆς φω νῆς καὶ τῶν αὐτοῦ λόγων, πρεπόντως καὶ κατ' ἀξίαν εὐλογοῦσιν αὐτόν. Εἰ δὲ καὶ ἐν ἀνθρώποις εἶέν τινες ἰσάγ γελον βίον μετερχόμενοι, κατὰ τὸν φήσαντα, Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ· καὶ οὗτοι εὐ λογείτωσαν αὐτόν· μηδεὶς δὲ τῶν παραβαινόντων τὸν λόγον αὐτοῦ, καὶ παρακουόντων τῆς φωνῆς αὐτοῦ, προ πετέστερον τολμάτω τοῦτο ποιεῖν. Εὐλογεῖτε τὸν Κύ ριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὸ θέλημα αὐτοῦ· ἀγγέλους εἰπὼν, ἵνα μὴ κατὰ μέρος τὰ ἐν οὐρανῷ τάγματα καταλέγῃ, ὧν ἐμνη μόνευσεν ἐκ μέρους ὁ Παῦλος, Ὑπεράνω πάσης, εἰπὼν, ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου· καὶ πάλιν, Εἴτε ἀόρατα, εἴτε ὁρατὰ, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· ἑνὶ λόγῳ πάντα περιλαβὼν, δυνά μεις ἐκάλεσε. Ποιοῦντας δὲ τὸ θέλημα αὐτοῦ λειτουργοὺς εἰπὼν, ἀντιδιέστειλε ταῖς ὁμωνύμοις ἐναντίαις δυνάμεσιν. Οὐ γὰρ καὶ ταύτας καλεῖ πρὸς τὸν ὕμνον, τὰς ἀρχὰς τού του καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκό τους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας.

Πάντα δὲ τὰ οὐράνια τάγματα ἀγγέλους καὶ δυνάμεις ἐκάλεσε· τὸ μὲν ὡς τοῖς θείοις ὑπουργοῦντας προστάγμασι καὶ τοὺς θείους λόγους διαπορθμεύοντας· δυνάμεις δὲ, ὡς ἱκανοὺς τὸ κελευόμενον πράττειν καὶ τὸ δυνατὸν ἐν τῇ φύσει παρὰ τοῦ πεποιηκότος λαβόντας. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. ∆ιὰ τούτων πείθει τὴν ψυχὴν μὴ ἀπ οκνεῖν πρὸς τὸν ὕμνον ὡς πολὺ λειπομένην τῶν οὐρανίων. Οὐ γὰρ αὐτὰ μόνα, πάντα δὲ προστέτακται τὰ ἔργα Κυ ρίου κοινῶς πρὸς τὸν Κύριον εὐλογεῖν πρὸς δύναμιν ἕκα στον. Πρὸς γὰρ τὸν ὕμνον πᾶς τόπος, ἀλλ' οὐ μόνος οὐρα νὸς ἐπιτήδειος· διὰ πράξεων γὰρ ἀγαθῶν ἡ τοῦ εὐλογεῖν ἐστιν ἀξία. Καὶ πᾶν δὲ ἄψυχον, καὶ ἄλογον, κἂν δοκῇ βλαπτικὸν, ὡς δι' ἀῤῥήτου σοφίας λυσιτελεῖ τῷ παντὶ, πρὸς δοξολογίαν συντείνει Θεοῦ, ὡς ἕκαστον κατ' ἀξίαν τοῦ ἐν ᾧ ἐστι τόπου τὸν Θεὸν εὐλογεῖν. Ὃ δὴ ποίει, φη σὶν, ὦ ψυχὴ, ἐν ᾧ τυγχάνεις διατρίβουσα τόπῳ, κἄν τε ἐν τῇ γῇ, κἄν τε κρείττονι χωρίῳ. Κἀκεῖ γὰρ εὐλόγει σὺν ἀγγέλων χοροῖς ὑπὲρ ἐπουρανίων ἀγαθῶν καὶ τε λείων. Τοῖς δὲ Ἰουδαίοις οὐδὲ τοῦτο ἁρμόττει. Ἐκεῖνοι γὰρ ὑπὸ τῶν ἀνδραποδισάντων ᾆσαι προσταχθέντες ἐκ τῶν ᾠδῶν Σιὼν, ἔφασαν ἔννομα δρῶντες, Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Ἡμῖν δὲ ὁ θεῖος Ἀπόστολος παρεγγυᾷ ἐν παντὶ τόπῳ προσευχομένους αἴρειν ὁσίους χεῖρας. Τοῦτο δὲ ∆εσπότης Χριστὸς πρὸς τὴν Σαμαρεῖτιν ἔφη· Ἀμὴν, ἀμὴν, λέγω σοι, γύναι, ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ τόπῳ,